Ancient Greek
Sect 88
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 88
Not analysed yet
Καίτοι γε, ὦ καταγέλαστε, ἐνῆν σοι καὶ εἰς ἑτέρας προφάσεις καταφυγεῖν οἷα πολλάκις ποιεῖς μυρία τεχνάζων ἐν ταῖς ἀπορίαις ἀεί, πρὸς μὲν τὸν Λυδὸν εἰπὼν ὅτι Ἅλυν τὸν ποταμὸν διαβὰς μεγάλην ἀρχὴν καταλύσει καὶ δείξας αὐτὸν ἐπὶ τῆς πυρᾶς, ἐπὶ δὲ τῆς Σαλαμῖνος αὐτῷ τε τῷ σοφῷ τούτῳ χρησάμενος καὶ τὸν καταγέλαστον σύνδεσμον προσθείς (τὸ μὲν γὰρ εἰπεῖν ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν ὅμοιον ἦν τῷ τοῦ Λυδοῦ, τὸ δὲ προσθεῖναι ἤτοι σκιδναμένης Δημήτερος ἢ συνιούσης πλείονος γέλωτος καὶ τοῖς ἐν ταῖς τριόδοις ὑπὸ τῶν ἀγυρτῶν λεγομένοις προσεοικός)—ἀλλ' οὐδὲ τοῦτο ἤθελες. Καὶ ἐξῆν ἀσαφείᾳ κρύψαι τὸν λόγον—καὶ γὰρ τοῦτο τῆς τέχνης ἀεὶ τῆς σῆς—ἀλλ' ἐπέκειντο πάντες πάλιν ἀγνοοῦντες καὶ λύσιν ἐπιζητοῦντες. Καὶ ἐνῆν σοι καταφυγεῖν ἐπὶ τοὺς ἀστέρας, καὶ γὰρ τοῦτο ποιεῖς πολλάκις καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς.