Ancient Greek
Sect 95
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 95
Not analysed yet
Τούτου δὴ συμβάντος ἄγεται μὲν εἰς δικαστήριον εὐθέως ὁ τοῦ δαίμονος ἱερεὺς καὶ τὸν αἴτιον ἠναγκάζετο λέγειν, ὡς δὲ οὐχ εἶχεν ἐξαγκωνίσαντες αὐτὸν καὶ πολλὰς ἐπιθέντες πληγὰς εἶτα μετεωρίσαντες καὶ τὰς πλευρὰς διαξαίνοντες ἐμάνθανον πλέον οὐδέν. Ἀλλ' ἐγίνετο παρόμοιον τῷ ἐπὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. Καὶ γὰρ τότε ἐτάγησαν μὲν οἱ στρατιῶται τὸ σῶμα φυλάττειν τοῦ Ἰησοῦ ἵνα μὴ ἐκγένηται, φησί, κακουργῆσαι περὶ τὴν κλοπὴν τοῖς μαθηταῖς, τὸ δὲ πρᾶγμα εἰς τοῦτο ἐξέβαινεν ὥστε μηδὲ ἀναίσχυντον πρόφασιν ὑπολειφθῆναι τοῖς βουλομένοις περὶ τὴν πίστιν τῆς ἀναστάσεως κακουργεῖν. Καὶ ἐνταῦθα εἵλκετο μὲν ὁ ἱερεὺς ἵνα μὴ θείας ὀργῆς ἀλλ' ἀνθρωπίνης κακουργίας ἔργον εἶναι μαρτυρήσῃ τὸ γεγονός. Στρεβλούμενος δὲ καὶ αἰκιζόμενος καὶ οὐδένα ἔχων ἐκδοῦναι ἐμαρτύρει θεόπεμπτον εἶναι τὸ πῦρ ὡς μηδὲ τοῖς ἀναισχυντεῖν βουλομένοις εἶναί τινα λόγον λοιπόν.