Ancient Greek · ~5 min
Sect 96
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 96
Not analysed yet
Ἀλλ' ὅπερ πρὸ μικροῦ θέλων εἰπεῖν ἀνεβαλόμην τοῦτο νῦν εὐκαίρως ἐρῶ. Τί δὴ τοῦτό ἐστιν; Ὅτι τῷ φόβῳ διέσεισεν αὐτοῦ τὴν ψυχὴν ὁ μάρτυς ὡς μὴ περαιτέρω τῇ τόλμῃ προελθεῖν. Οὐ γὰρ δήπου τὸν μὲν ἱερέα καὶ ὃν ἐν τοσαύτῃ πρότερον ἦγε τιμῇ τοσούτοις ὑπὲρ τῆς ὀροφῆς περιέβαλλε κακοῖς καὶ θηρίου μᾶλλον ὠμοβόρου διεσπάραττε (τάχα δ' ἂν καὶ ἀπεγεύσατο τῶν σαρκῶν) εἰ μὴ πᾶσι τὸ πρᾶγμα ἐδόκει εἶναι μυσαρόν, τὸν δὲ ἅγιον αὐτὸ τοῦ δαίμονος τὸ στόμα ἐμφράξαντα πάλιν εἰς τὴν πόλιν ἦγεν ὥστε ἐν πλείονι εἶναι τιμῇ. Εἰ γὰρ καὶ μὴ πρότερον ὅτε τὴν ἧτταν ὁ δαίμων ὡμολόγησεν ἀλλὰ μετὰ τὸν ἐμπρησμὸν πάντα ἀνέτρεψεν ἂν καὶ ἀπώλεσε καὶ κατέφλεξε τὴν λάρνακα [τὸ μαρτύριον ἑκάτερον τό τε ἐν τῇ Δάφνῃ τό τε ἐν τῇ πόλει] εἰ μὴ τοῦ θυμοῦ ὁ φόβος ἦν μείζων καὶ τῆς ἀθυμίας ἐκράτει τὸ δέος. Ἔθος γὰρ τοῖς πολλοῖς τῶν ἀνθρώπων ὅταν ὑπὸ ὀργῆς κατασχεθῶσι καὶ λύπης κἂν μὴ τοὺς αἰτίους λάβωσι τῶν παθῶν εἰς τοὺς ἐμπίπτοντας ἁπλῶς καὶ ὑπόπτους ἀφιέναι τὴν ὀργήν. Οὐ πόρρω δὲ τῆς ὑποψίας ταύτης ὁ μάρτυς ἦν. Ἅμα τε γὰρ αὐτὸς εἰς τὴν πόλιν ἀφίκετο καὶ τὸ πῦρ ἦλθεν εἰς τὸν ναόν.