Ancient Greek · ~8 min
ΕΙΣ ΤΗΝ ΕΠΙΛΥΣΙΝ ΤΗΣ ΧΑΝΑΝΑΙΑΣ Ἐῤῥήθη δὲ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἐκ τῆς ἐξορίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Chananaea [Dub.] 5
Not analysed yet
Ἐννόησον γυναικὸς φιλοσοφίαν. Οὐκ ἀπῆλθε πρὸς μάγους, οὐκ ἐκάλεσε μάντεις, οὐ περίαπτα ἐποίησεν, οὐ μαγγανευτρίας γυναῖκας ἐμισθώσατο, ταύτας τὰς γοητευούσας δαίμονας καὶ αὐξούσας τὸ ἕλκος· ἀλλ' ἀφῆκε τοῦ διαβόλου τὸ ἐργαστήριον, καὶ ἔρχεται ἐπὶ τὸν Σωτῆρα τῶν ψυχῶν τῶν ἡμετέρων. Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ἴστε τὸ πάθος, ὅσοι πατέρες ἐγένεσθε· βοηθήσατέ μου τῷ λόγῳ, ὅσαι μητέρες ἐγένεσθε. Οὐ δύναμαι ἑρμηνεῦσαι τὸν χειμῶνα, ὃν ὑπέμεινε τὸ γύναιον. Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Εἶδες τὴν φιλοσοφίαν τῆς γυναικός; εἶδες τὴν καρτερίαν; τὴν ἀνδρείαν; τὴν ὑπομονήν; Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον. Καινὰ πράγματα. Παρακαλεῖ, δέεται, κλαίει τὴν συμφορὰν, αὔξει τὴν τραγῳδίαν, διηγεῖται τὸ πάθος· καὶ ὁ φιλάνθρωπος οὐκ ἀποκρίνεται· ὁ Λόγος σιωπᾷ, ἡ πηγὴ κλείεται, ὁ ἰατρὸς τὰ φάρμακα συστέλλει. Τί τὸ καινόν; τί τὸ παράδοξον; Ἄλλοις ἐπιτρέχεις, καὶ ταύτην ἐπιτρέχουσαν ἐλαύνεις; Ἀλλ' ἐννόησον τοῦ ἰατροῦ τὴν φιλοσοφίαν. Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον. Τίνος ἕνεκα; Ὅτι οὐ τὰ ῥήματα ἐξήταζεν, ἀλλὰ τὰ ἀπόῤῥητα τῆς διανοίας κατεμάνθανεν. Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον. Τί δὲ οἱ μαθηταί; Ἐπειδὴ οὐκ ἔτυχεν ἡ γυνὴ ἀποκρίσεως, προσελθόντες αὐτῷ λέγουσιν· Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ἀλλὰ σὺ τῆς ἔξωθεν ἀκούεις κραυγῆς, ἐγὼ δὲ τῆς ἔνδοθεν· μεγάλη ἡ φωνὴ τοῦ στόματος, ἀλλὰ μείζων ἡ τῆς διανοίας. Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν· ἄλλος δὲ λέγει εὐαγγελιστὴς, Ἔμπροσθεν ἡμῶν. Ἐναντία τὰ εἰρημένα, ἀλλ' οὐ ψευδῆ· ἀμφότερα γὰρ ἐποίει. Πρότερον γὰρ ὄπισθεν ἔκραζεν· ὅτε δὲ οὐκ ἀπεκρίθη, ἦλθεν ἔμπροσθεν, καθάπερ κύων λείχων τοὺς πόδας τοῦ κυρίου αὐτοῦ. Ἀπόλυσον αὐτήν· θέατρον περιέστησε, δῆμον συνήγαγε· τὴν ὀδύνην ἐθεώρουν τὴν ἀνθρωπίνην ἐκεῖνοι, ὁ δὲ Δεσπότης τὴν φιλανθρωπίαν, καὶ τὴν σωτηρίαν τῆς γυναικός. Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Τί οὖν ὁ Χριστός; Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ὅτε ἀπεκρίνατο, χεῖρον αὐτῆς ἐποίησε τὸ ἕλκος· ἰατρὸς γὰρ ἦν τέμνων, οὐχ ἵνα διέλῃ, ἀλλ' ἵνα συνάψῃ.