Ancient Greek · ~10 min
ΕΙΣ ΤΗΝ ΕΠΙΛΥΣΙΝ ΤΗΣ ΧΑΝΑΝΑΙΑΣ Ἐῤῥήθη δὲ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἐκ τῆς ἐξορίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Chananaea [Dub.] 6
Not analysed yet
Ἐνταῦθα προσέχετέ μοι μετὰ ἀκριβείας, καὶ συντείνατέ μοι τὴν διάνοιαν. Ζήτημα γὰρ βαθὺ ἀνερευνῆσαι βούλομαι. Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Τοῦτο ὅλον; Διὰ τοῦτο ἄνθρωπος ἐγένου, σάρκα ἀνέλαβες, οἰκονομίας τοσαύτας εἰργάσω, ἵνα μίαν γωνίαν σώσῃς, καὶ ταύτην ἀπολλυμένην; ἡ δὲ οἰκουμένη πᾶσα ἔρημος, Σκύθαι, Θρᾷκες, Ἰνδοὶ, Μαῦροι, Κίλικες, Καππάδοκες, Σύροι, Φοίνικες, ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν; Διὰ Ἰουδαίους μόνους ἦλθες, τὰ δὲ ἔθνη ἐν ἐρημίᾳ ὑπερορᾷς; καὶ περιορᾷς κνίσσαν; περιορᾷς καπνόν; περιορᾷς τὸν Πατέρα σου ὑβριζόμενον; εἴδωλα προσκυνούμενα; δαίμονας θεραπευομένους; Καίτοι οἱ προφῆται οὐ ταῦτα λέγουσιν, ἀλλ' ὁ πρόγονός σου ὁ κατὰ σάρκα τί φησιν; Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἡσαΐας δὲ ὁ τῶν Σεραφὶμ θεωρός· Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτὸν ἔθνη ἐλπιοῦσι. Καὶ Ἰακώβ· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. Καὶ Μαλαχίας· Διότι ἐν ὑμῖν συγκλεισθήσονται πύλαι χαλκαῖ, καὶ οὐκ ἀλλάξονται τὸ προκείμενον, ὅτι ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν ἡλίου τὸ ὄνομά σου δοξάζεται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ Κυρίῳ, καὶ θυσία καθαρά. Καὶ ὁ Δαυῒδ πάλιν· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Καὶ ἄλλος· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. Καὶ σὺ αὐτὸς ἐλθὼν οὐ μάγους εὐθέως ἐκάλεσας, τὴν ἀκρόπολιν τῶν ἐθνῶν; τὴν τυραννίδα τοῦ διαβόλου; τὴν δύναμιν τῶν δαιμόνων; οὐ καταβὰς προφήτας αὐτοὺς ἐποίησας; Σὺ μάγους καλεῖς· οἱ προφῆται περὶ ἐθνῶν λέγουσιν. Ἀναστὰς ἀπὸ τοῦ ᾅδου λέγεις τοῖς μαθηταῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καὶ ὅτε ἦλθεν ἡ ἀθλία, ἡ ταλαίπωρος, ὑπὲρ θυγατρὸς παρακαλοῦσα, συμφορὰν δεομένη λῦσαι, τότε λέγεις· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ; Καὶ ὅτε μὲν ἑκατόνταρχος προσῆλθε, λέγεις· Ἐγὼ ἐλθὼν ἰάσομαι αὐτόν· ὅτε ὁ λῃστὴς, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ· ὅτε ὁ παραλυτικὸς, Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην, καὶ ὕπαγε· ὅτε ὁ Λάζαρος, Λάζαρε, δεῦρο ἔξω, καὶ ἐξῆλθε τετραήμερος. Λεπροὺς καθαίρεις, νεκροὺς ἐγείρεις, παραλυτικὸν σφίγγεις, τυφλοὺς θεραπεύεις, λῃστὰς σώζεις, πόρνην παρθένου σωφρονεστέραν ποιεῖς, καὶ ταύτῃ οὐδὲν ἀποκρίνῃ; Τί τὸ καινόν; τί τὸ ξένον; τί τὸ παράδοξον;