Ancient Greek
Pg 577
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De continentia [Sp.] 577
Not analysed yet
πολλοὺς ἱδρῶτας καὶ πόνους ὑπέμειναν, ἵνα κλάδοις ἐλαίας ἢ δάφνης στεφανωθῶσι, μετὰ πόσης ἡμᾶς προςήκει προθυμίας τοὺς ὑπὲρ τῆς σωφροσύνης ὑπομένειν ἱδρῶτας, ὅταν ἑτέρους ὑπὸ τοῦ θεοῦ ἐστεφανωμένους ἴδωμεν, ἵνα τοὺς οὐρανίους ἀναδησώμεθα στεφάνους ἐπὶ τοῖς καλοῖς καὶ σωτηρίοις ἀνδραγαθήμασι; Καίτοι πῶς οὐ δεινὸν καὶ πολλῆς ὀργῆς ἄξιον, εἰ τοὺς μὲν ἀθλητὰς ἐπὶ τὴν νίκην παρακαλεῖ φύλλον ἐλαίας ἢ δάφνης καὶ δόξα κενὴ τῷ βίῳ τούτῳ συνδιαφθείρεσθαι μέλλουσα, ἡμᾶς δὲ μὴ πείθει τὰ δῶρα τοῦ Χριστοῦ πᾶσαν ἡδονὴν ἀπωθεῖσθαι καὶ ταῖς ἐπιθυμίαις ἐφιστάναι τὸν τοῦ θεοῦ φόβον; Οὐ τοίνυν ἐν τοῖς ἀνθρώποις μόνοις ἔστιν ἰδεῖν τῶν ὁμοίων τὸν ζῆλον, ἀλλὰ καὶ περιστεραὶ πολλάκις ἰδοῦσαι μόνην ἀπαρξαμένην τῆς πτήσεως ἀκολουθοῦσιν ὀξέως· καὶ πῶλος γενναῖος ἐν ἵππων ἀγέλῃ σκιρτήσας πᾶσαν ἐπεσπάσατο τὴν ἀγέλην ἐπὶ τὸν δρόμον. Οὐκοῦν ἐπειδὴ πάντες ἡμεῖς ἀγέλη Χριστοῦ, ἔστι δὲ πῶλος ἐν ἡμῖν ἀγαθὸς ὁ σωφρονέστατος Ἰωσὴφ τοῖς οὐρανίοις σκιρτήμασιν ἐπὶ τὸν ζῆλον τὸν ἑαυτοῦ τοὺς ὁμοδούλους παρακαλῶν, συγχορεύσωμεν τῷ καλῷ νεανίσκῳ τὴν πνευματικὴν χορείαν ἐπαινοῦντες αὐτοῦ τὴν σωφροσύνην μὴ λόγοις μόνον, ἀλλὰ καὶ τῇ μιμήσει τῶν ἔργων. Ἐκεῖνος τοίνυν οὕτως ἦν ἀκριβὴς καὶ βέβαιος τῆς σωφροσύνης φύλαξ, ὥστε ἐξῆν μὲν αὐτῷ μετὰ ἀσελγείας καὶ πλουτεῖν καὶ τρυφᾷν καὶ τῆς δεσποίνης ἄρχειν, ἀλλ' ὅμως καίτοι τοσούτων καὶ τοιούτων μέλλων ἔσεσθαι κύριος εἵλετο μᾶλλον ἀποθανεῖν ἢ προδοῦναι τὴν σωφροσύνην ἐνθυμηθείς, ὅτι πλοῦτος μὲν καὶ δυναστεία καὶ δόξα τῷ βίῳ τούτῳ συναπαρτίζεται καὶ πρόςκαιρον ἔχει τὸ κέρδος, μόνης δὲ ἀρετῆς οὐ πέφυκεν ἅπτεσθαι τελευτή. Διὰ τοῦτο ταῖς μὲν ἡδοναῖς ὥςπερ τινὰ χαλινὸν τὸν τοῦ Χριστοῦ φόβον ἐπέβαλλε, τοῦ δὲ πλούτου καὶ τῆς τρυφῆς καὶ