Ancient Greek · ~7 min
Pg 578
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De continentia [Sp.] 578
Not analysed yet
τῶν ὑποσχέσεων τῆς δεσποίνης κατεγέλασε τὴν ἐν τῷ δεσμωτηρίῳ ταλαιπωρίαν ἡδίω νομίσας τῶν λαμπρῶν οἰκημάτων· καίτοι τοὺς μὲν εἰς ἄκρον εὐμορφίας ἥκοντας χαλεπὸν κρατῆσαι τῆς ἡδονῆς· ὁ δὲ τοσαύτην βάσανον τῆς ἐγκρατείας παρείχετο, ὡς τῷ κάλλει τῆς ψυχῆς ἀποκρύψαι τὴν ὥραν τοῦ σώματος, ἀστέρι μὲν καλῷ τὴν μορφὴν ἐοικώς, ἀγγέλοις δὲ τὴν ψυχήν. Ἡμᾶς δὲ προςήκει μὴ τὴν σωφροσύνην μόνον τοῦ νεανίσκου θαυμάζειν, ἀλλὰ καὶ τοὺς κινδύνους οὓς ὑπὲρ αὐτῆς ὑπέμεινε φοβερώτερον θανάτου κρίνας τὸ δουλεύειν ταῖς ἡδοναῖς. Γνοίη δ' ἄν τις αὐτοῦ τὴν ἀρετὴν ἀκριβῶς, εἰ τοὺς καιροὺς ἐξετάσειε καθ' οὓς ἐφάνη τηρῶν τὴν ψυχὴν καθαράν· πρὶν γὰρ φανῆναι τῇ γῇ τὸν δεσπότην καὶ δημιουργὸν τοῦ παντὸς ἐλευθέραν παρείχετο τὴν ψυχὴν ἐν οἰκίᾳ δυςσεβῶν τρεφόμενος, πολλοὺς ἔχων τοὺς ἐπὶ τὰ χείρω παρακαλοῦντας, οὐδένα σωφροσύνης διδάσκαλον, πάντας ἡδονῇ δουλεύοντας, τῇ γαστρὶ χαριζομένους, οὐδὲν εὐσεβὲς οὐδὲ ὅσιον ποιοῦντας· ἀλλ' ὅμως τοσούτοις καὶ τοιούτοις κακοῖς κεκυκλωμένος καὶ τὴν ἀκόλαστον δέσποιναν ἐπικειμένην ὁρῶν οὐκ ἐγένετο προδότης τῶν οὐρανίων θησαυρῶν, ἀλλ' ἐτήρησεν ἄσυλον τὸν ναὸν τοῦ πνεύματος μᾶλλον ἑλόμενος ἀποθανεῖν ἢ δουλεῦσαι ταῖς ἡδοναῖς. Οὐκ ἤκουσεν οὗτος τοῦ Παύλου λέγοντος ὅτι Τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν· ἀλλ' ὅμως πρὶν ἀκοῦσαι τῆς θείας φωνῆς οὐκ ἐλάττων ἐφάνη τῶν τιμηθέντων τοῖς οὐρανίοις παραγγέλμασι διδάσκων ἡμᾶς τοὺς συνεχῶς ἐν ταῖς ἐκκλησίαις ἀγωνιζομένους τούτῳ τῷ λόγῳ, ὅπως προςήκει τὴν ψυχὴν ἀδιάφθορον φυλάττειν. Εἰ γὰρ ἐγώ, φησὶν ὁ Ἰωσήφ, πρὸ τῆς ἐπιφανείας τοῦ θεοῦ γεγονὼς οὔπω τὸν δεσπότην ἰδὼν δούλου μορφὴν ὑπελθόντα, οὔπω τοῦ κορυφαίου τῶν ἀποστόλων ἀκούσας βοῶντος ὅτι Τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν, ὅμως πρέπειν ἐνόμισα τοῖς τοῦ θεοῦ δούλοις τὸ κρατεῖν ἡδονῆς καὶ οὐκ ἐφάνην τῆς σωφροσύνης προδότης καίτοι πολλοὺς κινδύνους ἐπηρτημένους ὁρῶν