Ancient Greek · ~6 min
Pg 579
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De continentia [Sp.] 579
Not analysed yet
πῶς ὑμᾶς προςήκει μετὰ φόβου καὶ τρόμου σωφροσύνῃ συζῇν, ἵνα μὴ φανῆτε τῆς τιμῆς ἀνάξιοι, ἵνα μὴ τὰ μέλη τοῦ Χριστοῦ μέλη ποιήσητε πόρνης; Τοῦτο τὸ ῥῆμα πᾶσαν δύναται ψυχὴν σωφροσύνῃ τειχίσαι, τοῦτο τὸ ῥῆμα πᾶσαν ἡδονὴν ἐξελαύνει ταχέως, τοῦτο τὸ ῥῆμα φλεγμονὰς ἐπιθυμίας καταψύχει ῥᾳδίως· οὐχ οὕτως ὄμβρος εἰς πῦρ ἐμπεσὼν ῥᾳδίως ἀφανίζει τὴν φλόγα, ὡς ὁ θεῖος οὗτος λόγος εἰς ψυχὴν εἰςελθὼν ἀπομαραίνει ταχέως τὰς πονηρὰς ἐπιθυμίας. Τοὺς αὐτοὺς δύναται λόγους καὶ ὁ μέγας Ἰὼβ ποιεῖσθαι πρὸς ἡμᾶς, ὃς οὐ μόνον ἀκριβὴς ἐφάνη τῆς σωφροσύνης ἀσκητής, ἀλλὰ καὶ νόμον ἔθηκε τοῖς ὀφθαλμοῖς τοῖς ἑαυτοῦ μὴ βλέπειν εἰς παρθένου πρόςωπον, μή ποτε κάλλος παραφανὲν ἁρπάσῃ τὸν λογισμόν. Καίτοι τίς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειεν ὁρῶν τὸν ἄνδρα τοῦτον τῷ μὲν διαβόλῳ προςπαλαίοντα γενναίως καὶ πᾶσαν τοῦ πονηροῦ μηχανὴν ἐλέγχοντα, παρθένου δὲ πρόςωπον ὑποφεύγοντα καὶ τοὺς ὀφθαλμοὺς ἀπάγοντα ταχέως ἀπὸ κόρης εὐμόρφου· Τὸν μὲν διάβολον ὁρῶν ἐπερχόμενον οὐκ ἔφευγεν, ἀλλ' ἔμενεν ὥςπερ λέων τῇ δυνάμει θαρρῶν, κόρην δὲ ἰδὼν οὐκ ἔστη οὐδὲ διέτριψε περὶ τὴν θέαν τῆς εὐμορφίας, ἀλλ' ὑπεχώρησε ταχέως, τὸν μὲν πρὸς τοὺς δαίμονας πόλεμον ἀνδρείαν ἀπαιτεῖν νομίζων καὶ θαρσαλέαν ψυχήν, σωφροσύνης δὲ ἄσκησιν οὐκ ἐκ τοῦ κόραις ὁμιλεῖν, ἀλλ' ἐκ τοῦ φεύγειν παρθένους, εὐχερῶς περιγενέσθαι. Ὅςτις οὖν ἐπαγγέλλεται παρθενίαν, δεχέσθω τὰς συμβουλίας τοῦ σωφρονεστάτου πάντων ἀνθρώπων, ὃς καὶ αὐτὸς πρὸ τῆς ἐπιφανείας τοῦ Χριστοῦ γεγονὼς οὕτως ἀκριβὴς ἐγένετο τῆς σωφροσύνης φύλαξ. Καί μοι μηδεὶς ἁπλῶς ἀκουέτω τὸ πρὸ τῆς ἐπιφανείας τοῦ Χριστοῦ πεφηνέναι τοὺς δικαίους τοσαύτην βάσανον ἐγκρατείας παρεχομένους· οὐ γὰρ τοσαύτην εἶχον ἐπικειμένην σωφροσύνης ἀνάγκην οὐδὲ μεγάλην οὕτω μέμψιν τοῖς ἁγίοις ἔφερεν ἀμελούμενον