Ancient Greek
Sect 11
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone [Sp.] (fort. auctore Severiano) 11
Not analysed yet
Τί ἐστιν τὸ καταπέτασμα; οἷον ἐὰν εἴπωμεν ἡμεῖς βῆλον· δεῖ γὰρ ταύτῃ τῇ συνήθῃ χρήσασθαι φωνῇ ἐξ ἧς πάντες καταλαμβάνουσιν τί καταπέτασμα ἦν, οὐκ ἐπειδὴ δύσκολον ἑρμηνεύω ἀλλ' ἐπὶ πολλοῖς ἀκατάληπτον. Καταπέτασμα πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ ͝ϊακίνθου κατεσκευασμένον ὕφος. Ὅτε οὖν ὁ σταυρὸς ἐπείγνυτο, λέγει, τὸ καταπέτασμα ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω· αἱ πέτραι ἐσχίσθησαν, ἡ γῆ ἐσαλεύθη, οἱ τάφοι ἠνεώχθησαν.