Ancient Greek
Sect 12
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone [Sp.] (fort. auctore Severiano) 12
Not analysed yet
Σχίζεται τὸ ἀμφίθυρον ἐπειδὴ βασιλέως οὐκ ὄντος καὶ ἄρχοντος ἐν οἰκείᾳ, πάντως τὸ καταπέτασμα μηνύει τὴν ἐξουσίαν. Μετὰ δὲ τὴν ὕβριν τοῦ ὑψίστου Θεοῦ, ὁ Θεὸς ὁ ἐνοικῶν ἐν τῷ ναῷ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐξῆλθεν τοῦ ναοῦ καταλιπὼν τὸν οἶκον ἔρημον· „Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος“. Ἐξελθόντος τοῦ βασιλέως τῆς δόξης ἐρράγη τὰ σύμβολα τῆς βασιλείας· ἐρράγησαν οἱ τάφοι· οὐδέπω κατῆλθεν εἰς ᾅδου διορθωσάμενος τὰ πράγματα καὶ οὐκ ἤνεγκεν ἡ γῆ τοῦ δεσπότου τὴν παρουσίαν· ἐρράγησαν οἱ πόταμοι μὴ ἐνεγκόντες τὸν ἄνωθεν πρὸς αὐτοὺς κατελθόντα, ἐρράγησαν οἱ τάφοι καὶ ἀνέδωκαν ἀνθρώπους καὶ εἰσῆλθον εἰς τὴν πόλιν τὴν ἁγίαν ἵνα ἀποφάσιστον καταλίπωσιν τὴν δίκην.