Ancient Greek
Sect 13
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone [Sp.] (fort. auctore Severiano) 13
Not analysed yet
Ταῦτα ἐγένετο ἐπὶ τοῦ σταυροῦ καὶ Ἰουδαῖοι ἐχλεύαζον λέγοντες· „Εἰ υἱὸς εἶ τοῦ Θεοῦ κατάβηθι ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομέν σοι“. Ἐννόησον τὴν φωνὴν τῶν τέκνων τοῦ διαβόλου πῶς μιμοῦνται τὴν φωνὴν ταύτην τὴν πατρικήν. Ὁ διάβολος λέγει τῷ σωτῆρι εἰς τὸ πτερύγιον τοῦ ναοῦ· „Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω“. Ὁμοίως καὶ οἱ Ἰουδαῖοι· „Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομέν σοι“.