Ancient Greek
Sect 15
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone [Sp.] (fort. auctore Severiano) 15
Not analysed yet
Ὅτι δὲ οὐ λῃστὰς ἐμίσουν, λέγει αὐτοῖς ὁ Πιλάτος· „Τίνα ὑμῖν ἀπολύσω, τὸν Ἰησοῦν ἢ Βαραββὰν τὸν λῃστήν, ὃς διὰ φόνον, φησίν, ἦν βεβλημένος ἐν τῇ φυλακῇ“. Οἳ δέ φασιν· „Ἀπόλυσον ἡμῖν τὸν Βαραββάν“. Οἱ λῃσταὶ τὸν λῃστὴν ἐζητήσαντο καὶ τὸν Κύριον τῷ σταυρῷ παρέδωκαν, οὐ βίᾳ νικήσαντες ἀλλὰ τῇ οἰκονομίᾳ παραδόσαντες. Λέγει αὐτοῖς ὁ Πιλάτος· „Τὸν βασιλέα ὑμῶν σταυρώσω; “Οἳ δέ φασιν· „Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα“. Ἠρνήσαντο τὴν τοῦ Θεοῦ βασιλείαν καὶ παρεδώθησαν τῇ Ῥωμαίων βασιλείᾳ· ἐπειδὴ ὃ εἶχον ἐγνώησαν ὃ ᾐτήσαντο ἔλαβον.