Ancient Greek
Sect 16
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone [Sp.] (fort. auctore Severiano) 16
Not analysed yet
Προσήνεγκαν ἐπὶ τοῦ σταυροῦ καὶ ἀκάνθας, προσήνεγκαν καὶ χολὴν καὶ προϊδὼν ταῦτα Μωϋσῆς ἐβόα. „Γενεὰ σχολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε· τῷ δεδωκότι τὸ μάννα ἐν τῇ ἐρήμῳ, τούτῳ χολὴν προσάγεις; “Καλῶς οὖν καὶ Ἡσαΐας λέγει· „Ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας“. Τῷ ἀνθήσαντί σοι τὰ ἀγαθὰ τούτῳ στέφανον ἐξ ἀκανθῶν προσάγεις. Ὁ Πιλάτος φείδεται καὶ οἱ Ἰουδαῖοι· „Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν“.