Ancient Greek
Sect 17
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone [Sp.] (fort. auctore Severiano) 17
Not analysed yet
Εἴπωμεν καὶ ἡμεῖς τὴν αὐτὴν φωνὴν, μὴ ἀπὸ τῆς αὐτῆς γνώμης· „Τὸ αἷμα Χριστοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν“, ἐκείνοις εἰς κατάκρισιν ἡμῖν εἰς δικαιοσύνην. Οὐ γάρ ἐστι τὸ αἷμα Χριστοῦ χεῖρον τῆς Βαβυλωνίας καμίνου· ἡ κάμινος Βαβυλῶνος ἐτίμησε τοὺς ἁγίους καὶ ἀνάλωσεν τοὺς Χαλδαίους. Τὸ αἷμα τὸ τίμιον οἶδεν ἀπολέσαι μὲν τοὺς ἀπίστους, σῶσαι δὲ τοὺς πιστεύοντας.