Ancient Greek
Sect 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone [Sp.] (fort. auctore Severiano) 2
Not analysed yet
Σήμερον παρὰ Ἰουδαίοις γῆ ἐσαλεύσατο, παρ' ἡμῖν δὲ ἡ οἰκουμένη στηρίζεται, σήμερον ἡ θεομάχος τόλμα τῶν Ἰουδαίων πέτρας ἔσχισεν, σήμερον ἡ φιλόθεος εὐσέβεια τὴν οἰκουμένην ἥνωσεν. Ἔπρεπεν γὰρ τὰ μὲν τῆς εὐσεβείας συναφθῆναι, τὰ δὲ τῆς ἀσεβείας σχισθῆναι, καθὼς ὁ Δαβὶδ λέγει· „Διεσχίσθησαν καὶ οὐ κατηνύγησαν“. Σήμερον παρὰ Ἰουδαίοις ὁ ἥλιος ἀπὸ ἕκτης ὥρας ἕως ἐννάτης σκότος εἰργάσατο· οὐ γὰρ ἤνεγκεν τὸ ποίημα τὴν ὕβριν τοῦ ποιήσαντος. Συνέστειλε γὰρ τὰς ἀκτῖνας ἵνα ἐπόπτης μὴ γένηται τοῦ θεομάχου μίσους, οὐκ ἐπειδὴ τῆς θεότητος ὕβρις ἥπτετο, ἀλλ' ἐπειδὴ παρὰ τῶν τολμησάντων τὸ γινόμενον εἰς ὕβριν ἐγίνετο.