Ancient Greek
Sect 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone [Sp.] (fort. auctore Severiano) 3
Not analysed yet
Σήμερον παρὰ Ἰουδαίοις ὁ ἥλιος τὴν ἀκτῖνα μετεποίησεν· σήμερον ἡ χάρις παρ' ἡμῖν τὴν νύκτα εἰς ἡμέραν ποιεῖ. Φίλον γὰρ τῇ εὐσεβείᾳ καὶ ἐν σκότει φῶς ἀπολαύειν, τῇ δὲ ἀσεβείᾳ καὶ ἐν φωτὶ σκότους ἀναπληροῦσθαι. Τοῖς πιστοῖς καὶ ἡ νὺξ εἰς ἡμέραν λογίζεται, τοῖς δὲ ἀπίστοις καὶ ἡ ἡμέρα μεταποιεῖται εἰς νύκτα. Διὰ τοῦτο περὶ μὲν τῶν πιστῶν ἡ γραφὴ διαλεγομένη φησί· „Καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου, ὅτι τὸ σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται“. Τῷ οὖν πιστῷ καὶ ἡ νὺξ εἰς ἡμέραν μεταβάλλεται, τῷ δὲ ἀπίστῳ καὶ ἡ ἡμέρα εἰς νύκτα μετατίθεται, καθὼς βοᾷ ὁ προφήτης λέγων· „Ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ περιπατήσουσιν ἐν ἡμέρᾳ ὡς ἐν μεσονυκτίῳ“.