Ancient Greek
Sect 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone [Sp.] (fort. auctore Severiano) 5
Not analysed yet
Ἐπὶ σταυροῦ δύο λῃσταί, εἰκὼν Ἰουδαίων τε καὶ Ἑλλήνων, τῶν ἐν ἀσεβείᾳ τὰ πρῶτα ὁδευσάντων καὶ μετὰ ταῦτα τὴν ἀλήθειαν ἐπεγνωκότων. Εἰκὼν Ἰουδαίων ὁ λῃστὴς ὁ μέχρι τέλους λῃστής· ἕως τοῦ σταυροῦ, συνέδραμον ἀλλήλοις τὴν ὁδὸν τῆς πονηρίας καὶ ὁ σταυρὸς ἐμέρισεν τὰς ὁδούς· ἀπὸ γὰρ τοῦ σταυροῦ μερίζονται οἱ δύο, ὁδὸς ἀπολείας τοῖς ἀπιστοῦσι καὶ ὁδὸς σωτηρίας τοῖς πιστεύουσιν. Ἐκεῖ ἔμαθεν ὁ λῃστὴς τὴν διαφορὰν τῶν ὁδῶν „ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται“.