Ancient Greek
Sect 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone [Sp.] (fort. auctore Severiano) 6
Not analysed yet
Καὶ βλέπε τοῦ Θεοῦ τὴν διακρισίαν ἵνα εἴπῃς καὶ σὺ μετὰ τοῦ προφήτου· „Δίκαιος εἶ Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου“. Διὰ μίαν ἁμαρτίαν ἐξορίζεται Ἀδὰμ τοῦ παραδείσου, διὰ μίαν φωνὴν πίστεως ὁ λῃστὴς σῴζεται· μία ἐκεῖνον ἁμαρτία ἐκβάλλει τῆς τρυφῆς, μία τοῦτον δικαιοσύνη εἰσοικίζει εἰς τὴν τρυφήν. Εἰσῆλθεν ὁ λῃστὴς εἰς τὸν παράδεισον. Ὢ τοῦ θαύματος. οὔτε τῷ Ἀβραὰμ ἐδόθη ἐπαγγελία παραδείσου διὰ φωνῆς· κληρονομεῖ γὰρ διὰ πίστεως ἀλλ' ἐπαγγελίαν παραδείσου οὐδὲ γὰρ πρὸ τοῦ λῃστοῦ ἔλαβεν.