Ancient Greek
Sect 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone [Sp.] (fort. auctore Severiano) 9
Not analysed yet
Ταῦτα δὲ λέγω οὐ τοὺς προφήτας ἐξουθενῶν ἀλλ' ὑπὲρ τοῦ λαβόντος τὸν παράδεισον ἀπολογούμενος. Αὐτὸς δὲ βλέπει σωτῆρα οὐκ ἐπὶ θρόνου βασιλικοῦ, οὐκ ἐν οὐρανοῖς φθεγγόμενον, οὐ δι' ἀγγέλου διαταττόμενον· εἶδεν ἐν ὕβρει καὶ προσκυνεῖ ἐν δόξῃ· εἶδεν ἐπὶ σταυροῦ καὶ παρακαλεῖ ὡς ἐν οὐρανῷ καθήμενον. Βλέπει αὐτὸν κατακρινόμενον καὶ βασιλέα καλεῖ τὸν ἐσταυρωμένον καὶ φησί· „Μνήσθητί μου ὅταν ἔλθῃ ἐν τῇ βασιλείᾳ σου“.