Ancient Greek
Sect 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone [Sp.] (fort. auctore Severiano) 8
Not analysed yet
Ἀναγκαῖον δὲ ζητῆσαι τίνος ἕνεκεν τούτῳ πρὸ τῶν ἄλλων καὶ πρὸ τοιούτων ἀξιοπίστων ἀνδρῶν ἐπηγγείλατο. Ἐπίστευσεν μὲν Θεῷ ὁ Ἀβραάμ, ἀλλ' ἐπίστευσεν οὐκ ἐν τοιαύτῃ ὕβρει αὐτῷ φανέντι, ἐπίστευσεν ἀπ' οὐρανοῦ φθεγγομένῳ, ἐπίστευσεν αὐτῷ δι' ἀγγέλων ἁγίων τὸν λόγον ἐκπέμποντι καὶ ἀπὸ τῆς οἰκείας αὐθεντίας τὴν ἐντολὴν προσφέροντι. Ἐπίστευσεν καὶ Ἠσαΐας, ἀλλ' ἰδὼν αὐτὸν ἐν δόξῃ· ἐπίστευσεν καὶ Ἰεζεκιήλ, ἀλλὰ θεασάμενος αὐτὸν ἐπὶ τῶν χερουβίμ· ἐπίστευσαν καὶ οἱ προφῆται, ἀλλὰ διαφόρως ἕκαστος ἐν δόξῃ τὸν ἑαυτοῦ δεσπότην εἶδεν, ὡς ἰδεῖν δυνατὸν ἦν ἀνθρώπου φύσιν. Ἐπίστευσεν Μωϋσῆς ἀλλ' ἐπίστευσεν Θεῷ λαλοῦντι ἐκ μέσου τοῦ πυρὸς καὶ τοῦ γνόφου καὶ τῶν σαλπίγγων καὶ τῶν βροντῶν· ἱκανὰ ἦν ταῦτα καὶ τὸν ἄπιστον νευρῶσαι.