Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De eleemosyna [Sp.] 2
Not analysed yet
Καὶ βλέπε τὸ μέγεθος τῆς ἐλεημοσύνης, ὅτι οὐδεμία ἀρετὴ ἐγκρίνεται αὐτῆς. Οὐκ εἶπεν γὰρ, ὅτι Παρθενίαν δι' ἐμὲ ἐφυλάξατε· οὐδὲν τούτων εἶπεν. Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Μεγάλη καὶ ἡ παρθενία, καὶ ἡ νηστεία, καὶ αἱ λοιπαὶ ἀρεταί· ἀλλὰ τῆς ἐλεημοσύνης ἔλαττον τυγχάνουσαι. Ἐφύλαξαν καὶ πέντε παρθένοι αἱ μωραὶ παρθενίαν· ἀλλ' ἐπειδὴ ἐλεημοσύνην οὐκ εἶχον, ἔμειναν ἔξω τοῦ νυμφῶνος. Αἱ γὰρ πέντε φρόνιμοι μετὰ τῆς παρθενίας καὶ ἐλεημοσύνην εἶχον· διὰ τοῦτο εἰσῆλθον εἰς τὸν νυμφῶνα. Αἱ δὲ πέντε μωραὶ τὴν παρθενίαν μόνον ἐφύλαξαν προσδοκῶσαι δι' ἐκείνης εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ οὐδὲν ἄλλο ἐκτήσαντο, οὐδὲ ἐλεημοσύνην, οὐδ' ἕτερόν τι. Διὰ τοῦτο καὶ ὁ Κύριός φησιν πρὸς αὐτάς· Ἀπέλθετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Διὰ τοῦτο καὶ μωραὶ ἐκλήθησαν, ὅτι τὴν παρθενίαν μόνον ἐφύλαξαν, καὶ ἐλεημοσύνην οὐκ ἐποίησαν.