Ancient Greek
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De eleemosyna [Sp.] 3
Not analysed yet
Ὥσπερ γὰρ ἐάν τις ἅψῃ λύχνον, καὶ μὴ ἐμβάλῃ τὸ ἔλαιον, σβέννυται· οὕτως καὶ ἐὰν κτήσηται παρθενίαν, καὶ μὴ τῷ ἐλαίῳ τῆς ἐλεημοσύνης θρέψῃ τὸν πένητα, οὐδὲν ἐκέρδησεν. Μεγάλη τῆς ἐλεημοσύνης ἡ πραγματεία. Ἐὰν ἐπιθυμῇς ἀγοράσαι ἱμάτιον ἢ βόας, ἐπαίρεις δαπάνας καὶ χρυσίον, καὶ πορεύῃ εἰς πανήγυριν, καὶ καυσούμενος ἐνίοτε πεινᾷς καὶ διψᾷς. Καὶ ταῦτα πάντα ὑπομένων, μόλις δύνασαι τοῦ σκοποῦ τυχεῖν· καὶ ὅταν ἐπιτύχῃς, οὐχ ὡς θέλεις δώσει ὁ πωλῶν, ἀλλ' ὡς αὐτὸς ἀρέσκεται. Ὀμνύεις σὺ, Οὐκ ἀγοράζω τοσούτου· ὀμνύει ἐκεῖνος, Οὐκ ἐπιπράσκω τοσούτου. Καὶ γίνεται ἀνὰ μέσον ὑμῶν πρώτη ἁμαρτία, καθὼς εἶπεν Σολομὼν, ὅτι· Ἀνὰ μέσον πράσεως καὶ ἀγορᾶς γενήσεται ἡ ἁμαρτία. Ἀνάγκη γὰρ τὸν ἕνα ἐπιορκῆσαι, ἢ τοὺς δύο. Πολλάκις γὰρ οὔτε ὁ ἀγοράζων ἐνὶ ῥήματι, οὔτε ὁ πωλῶν. Καὶ ὅτε μετὰ τοσούτου κόπου κτῆσθαι ὃ ποθεῖς, οὐκ ἔχεις τὸ ἀσφαλές. Πολλάκις γὰρ πρὸ τοῦ φθάσαι εἰς τὴν οἰκίαν σου, ἢ ἀπέθανεν, ἢ ἀπώλετο, ἢ ἀδόκιμον εὑρίσκεται, καὶ γίνεταί σοι διπλοῦς ὁ κόπος. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ Θεοῦ οὐδὲν τοιοῦτον ὑπομένεις· οὐχ ὁδοιπορίας κόπον καὶ καύσωνος χαυνότητα, οὐ λύπην ἀποτυχίας· οὐδὲν τούτων. Ἀλλ' ἔσω καθημένου σου ἐν τῇ οἰκίᾳ, ἔρχεται ὁ πένης πωλῶν τὸν παράδεισον, καὶ λέγει· Δὸς ἄρτον, καὶ λάβε παράδεισον· δὸς ἀπότριμμα ἱματίου, καὶ λάβε βασιλείαν οὐρανῶν. Καὶ οὐ λέγω σοι πόσου, ἵνα μὴ ὑπερτίθῃ, πενίαν ἀναλαμβανόμενος. Ὅσου θέλεις ἀγόρασον τὸν παράδεισον Δὸς ἄρτον. Οὐκ ἔχεις ἄρτον; Δὸς ὀβολὸν, δὸς ποτήριον ψυχροῦ ὕδατος. Ὃ θέλεις δὸς, ὃ ἔχεις· πάντα δέχομαι. Μόνον ἀγόρασον τὸν παράδεισον. Μίμησαι τὴν χήραν ἐκείνην τὴν θαυμαστὴν, ἥ τις δράκα ἀλεύρου ἀπέδωκεν, καὶ τὴν βασιλείαν ἐκληρονόμησε τῶν οὐρανῶν. Καὶ πάλιν ἄλλη χήρα, ἡ ἐν τῷ Εὐαγγελίῳ μνημονευομένη, μηδὲν ἔχουσα ἄλλο, εἰ μὴ δύο λεπτὰ καὶ μόνον, καὶ ἐκεῖνα ἔβαλεν ἐν τῷ γαζοφυλακίῳ, καὶ ἠγόρασεν τὸν παράδεισον.