Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De eleemosyna [Sp.] 4
Not analysed yet
Οὐ χρηματίζει ὁ πωλῶν τὸν παράδεισον, ἀλλὰ ψυχὴν ἐλεήμονα καὶ καρδίαν εὐπροαίρετον. Δὸς τῷ πένητι, καὶ κτῆσαι τὸν Θεὸν χρεωστήν. Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Καὶ πότε, φησὶν, ἀποδιδοῖ ὁ δανεισάμενος; Πότε; Ὅτε ἀφιεὶς τὰ χρήματα, τὰς οἰκίας, τὸν χρυσὸν, τὸν ἱματισμὸν, τὰ λοιπὰ πάντα, καὶ ἀπέρχῃ γυμνὸς, καὶ πάντα ἐγκαταλιπών· τότε ὁ δανεισάμενος μετ' εὐχαριστίας ἀποδίδωσιν. Πρόπεμψόν σου τὰ χρήματα ἐκεῖ, καὶ τότε σὺ ὕπαγε. Μὴ ἀναμένῃς τὸν χρυσὸν, μὴ τηρήσῃς αὐτά. Ἄδηλος ὁ βίος· οὐκ οἶδας πότε ἐξέρχῃ τοῦ βίου. Ὡς γὰρ κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται ὁ θάνατος. Οἵᾳ ὥρᾳ οὐ γινώσκεις καὶ προσδοκᾷς, πορεύῃ· καὶ τὰ χρήματά σου ὧδε μένει καὶ ἐκεῖ ἐπιθυμεῖς ῥανίδα ὕδατος, ἵνα βρέξῃς τὰ χείλη, καὶ ἄλλοι ὧδε καταμερίζονταί σου τὸν βίον.