Ancient Greek · ~3 min
Homily 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 6.5
Not analysed yet
Ἡ γὰρ φύσις τὰ αὐτῆς καὶ ἀκόντων ἡμῶν ἐπιδείκνυται, καὶ κρατῆσαι τῶν ἐλαττωμάτων ἐκείνων οὐκ ἔνι, οὐδὲ τὸν σφόδρα βουλόμενον καὶ σπουδάζοντα· οὐκοῦν οὐδὲν ἐντεῦθεν παραβλαπτόμεθα, ἀλλὰ καὶ θαυμαζόμεθα μᾶλλον. Ποῖον γὰρ ἔγκλημα φοβεῖσθαι θάνατον; ποῖον δὲ οὐκ ἐγκώμιον, φοβούμενον θάνατον μηδὲν διὰ τὸν φόβον ἀνελεύθερον ὑπομεῖναι; Οὐ γὰρ τὸ φύσιν ἔχειν ἐλάττωμα ἔχουσαν, ἔγκλημα, ἀλλὰ τὸ τοῖς ἐλαττώμασι δουλεύειν· ὡς ὅ γε τὴν παρ' αὐτῆς ἐπήρειαν τῇ τῆς προαιρέσεως ἀνδρείᾳ διορθούμενος, μέγας καὶ θαυμαστός. Καὶ γὰρ ταύτῃ δείκνυσιν ὅσον ἐστὶ προαιρέσεως ἰσχύς, καὶ ἐπιστομίζει τοὺς λέγοντας, διὰ τί μὴ φύσει γεγόναμεν καλοί; τί γὰρ διαφέρει τοῦτο <φύσει>, ἢ προαιρέσει εἶναι; πόσῳ δὲ τοῦτο βέλτιον ἐκείνου; ὅσῳ καὶ στεφάνους ἔχει, καὶ λαμπρὰν τὴν ἀνακήρυξιν.