Ancient Greek
Εἰς τὸν Λάζαρον λόγος τρίτος, καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, ἀλλ', Ἀπέλαβες· καὶ διὰ τί οἱ μὲν δίκαιοι κινδύνοις πολλάκις περιπίπτουσιν, οἱ δὲ ἁμαρτωλοὶ τούτους διαφεύγουσιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 7.1-2
Not analysed yet
Πόσαι προσπίπτουσι καθ' ἑκάστην ἡμέραν ἀθυμίαι; ἡλίκης δέ ἐστι ψυχῆς μὴ ἀποδυσπετῆσαι, μηδὲ δυσχερᾶναι, ἀλλὰ εὐχαριστῆσαι, δοξάσαι, προσκυνῆσαι τὸν συγχωροῦντα τοὺς πειρασμοὺς τούτους ἐπενεχθῆναι; πόσα ἀδόκητα, πόσαι στενοχωρίαι; Καὶ δεῖ θλίβειν τοὺς πονηροὺς λογισμοὺς, καὶ μὴ συγχωρεῖν τῇ γλώττῃ φθέγγεσθαί τι τῶν ἀτόπων· καθάπερ καὶ ὁ μακάριος Ἰὼβ μυρία παθὼν ἔμενεν εὐχαριστῶν τῷ Θεῷ. Εἰσὶ δέ τινες οἳ, ἐὰν προσπταίσωσιν ἐν τινὶ, ἢ παρὰ τινὸς λοιδορηθῶσιν, ἢ ἀῤῥωστίᾳ περιπέσωσιν, ἢ ποδαλγίᾳ, ἢ κεφαλαλγίᾳ, ἢ ἄλλῳ τινὶ τοιούτων νοσήματι, βλασφημοῦσιν εὐθέως· καὶ τὸν μὲν πόνον ὑφίστανται τοῦ νοσήματος, τοῦ κέρδους δὲ ἀποστεροῦνται. Τί ποιεῖς, ἄνθρωπε, τὸν εὐεργέτην καὶ Σωτῆρα καὶ προστάτην καὶ κηδεμόνα βλασφημῶν; ἢ οὐκ αἰσθάνῃ κατὰ κρημνοῦ φερόμενος, καὶ εἰς βάραθρον σαυτὸν ἐμβάλλων ἀπωλείας ἐσχάτης; μὴ γὰρ, ἐὰν βλασφημήσῃς, κουφότερον τὸ πάθος ποιεῖς; ἐπιτείνεις μὲν οὖν αὐτὸ, καὶ χαλεπωτέραν ἐργάζῃ τὴν ὀδύνην. Διὰ γὰρ τοῦτο ὁ διάβολος μυρία ἐπάγει δεινὰ, ἵνα εἰς ἐκεῖνό σε καταγάγῃ τὸ βάραθρον· κἂν μὲν ἴδῃ βλασφημοῦντα, ῥᾳδίως αὔξει τὴν ἀλγηδόνα καὶ μείζονα ποιεῖ, ἵνα κεντούμενος ἀποδυσπετήσῃς πάλιν· ἂν δὲ ἴδῃ σε γενναίως φέροντα, καὶ ὅσῳ τὸ πάθος ἐπιτείνεται, τοσούτῳ μᾶλλον εὐχαριστοῦντα τῷ Θεῷ, ἀφίσταται εὐθέως, ὡς εἰκῆ καὶ μάτην προσεδρεύων λοιπόν. Καὶ καθάπερ κύων τραπέζῃ παρεστὼς, ἂν μὲν ἴδῃ τὸν ἐσθίοντα ἄνθρωπον συνεχῶς αὐτῷ ῥίπτοντα τῶν ἐπὶ τῆς τραπέζης τι κειμένων, μένει διηνεκῶς· ἂν δὲ ἅπαξ καὶ δεύτερον παραστὰς μηδὲν ἀπέλθῃ λαβὼν, ἀφίσταται λοιπὸν, ἅτε εἰκῆ προσεδρεύων καὶ μάτην· οὕτω καὶ ὁ διάβολος συνεχῶς κέχηνε πρὸς ἡμᾶς· ἂν μὲν ῥίψῃς αὐτῷ, καθάπερ κυνὶ, ῥῆμα βλάσφημον, δεξάμενος πάλιν ἐπιθήσεται· ἂν δὲ μείνῃς εὐχαριστῶν, ἀπέπνιξας αὐτὸν τῷ λιμῷ, καὶ ταχέως ἀπήγαγες, καὶ ἀποπηδῆσαι ἐποίησας. Ἀλλ' οὐ δύνασαι σιγᾷν ὑπὸ τῆς ὀδύνης κεντούμενος. Οὐδὲ ἐγὼ κωλύω σε φθέγγεσθαι, ἀλλ' ἀντὶ τῆς βλασφημίας εὐχαριστίαν, ἀντὶ τῆς ἀποδυσπετήσεως εὐφημίαν. Ἐξομολόγησαι τῷ Δεσπότῃ, βόα μεγάλα εὐχόμενος, βόα μεγάλα δοξάζων τὸν Θεόν· οὕτω σοι καὶ τὸ πάθος ἐπικουφίζεται, τοῦ διαβόλου μὲν ἀφισταμένου διὰ τῆς εὐχαριστίας, τῆς τοῦ Θεοῦ δὲ βοηθείας παραγινομένης. Ἂν μὲν γὰρ βλασφημήσῃς, καὶ τὴν τοῦ Θεοῦ συμμαχίαν ἀπεκρούσω, καὶ σφοδρότερον εἰργάσω κατὰ σαυτοῦ τὸν διάβολον, καὶ μᾶλλον σαυτὸν ἐνέπληξας ταῖς ἀλγηδόσιν· ἂν δὲ εὐχαριστήσῃς, τάς τε ἐπιβουλὰς ἀπεκρούσω τὰς τοῦ πονηροῦ δαίμονος, καὶ τὴν τοῦ κηδεμόνος Θεοῦ θεραπείαν ἐπεσπάσω πρὸς σεαυτόν. Ἀλλ' ὑπὸ τῆς συνηθείας ὁρμᾷ πολλάκις ἡ γλῶττα τὸ πονηρὸν ἐκεῖνο φθέγξασθαι ῥῆμα. Ἀλλ' ἐπειδὰν ὁρμήσῃ, πρὶν ἢ τὸ ῥῆμα ἐξενεγκεῖν, κατάδακε τοῖς ὀδοῦσιν αὐτὴν πάντοθεν σφοδρῶς. Βέλτιον αὐτὴν αἷμα ῥέειν νῦν, ἢ τότε σταγόνος ἐπιθυμοῦσαν μὴ δυνηθῆναι τῆς παραμυθίας ταύτης τυχεῖν· βέλτιον αὐτὴν πρόσκαιρον ὑπομεῖναι πόνον, ἢ διηνεκοῦς κολάσεως ὑποστῆναι τὴν τιμωρίαν τότε, καθάπερ καὶ ἡ τοῦ πλουσίου τότε γλῶττα φλεγομένη παραμυθίας ἔτυχεν οὐδεμιᾶς. Τοὺς ἐχθρούς σου προσέταξεν ὁ Θεὸς φιλεῖν· σὺ δὲ τὸν φιλοῦντά σε ἀποστρέφῃ Θεόν; τοὺς ἐπηρεάζοντας εὐφημεῖν, τοὺς λοιδοροῦντας εὐλογεῖν· σὺ δὲ τὸν εὐεργέτην καὶ προστάτην λέγεις κακῶς μηδὲν ἠδικημένος; Μὴ γὰρ οὐκ ἠδύνατο λῦσαι τὸν πειρασμόν; ἀλλὰ συνεχώρησεν, ἵνα γένῃ δοκιμώτερος. Ἀλλ' ἰδοὺ, φησὶ, καταπίπτω καὶ ἀπόλλυμαι. Οὐ παρὰ τὴν τοῦ πειρασμοῦ φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τὴν σήν. Τί γὰρ εὐκολώτερον, εἰπέ μοι, βλασφημία ἢ εὐχαριστία; οὐχὶ τὸ μὲν καὶ τοὺς ἀκούοντας ἐχθρούς σοι καὶ πολεμίους καθίστησι, καὶ εἰς ἀθυμίαν ἐμβάλλει, μετὰ ταῦτα καὶ πολλὴν ἐργάζεται τὴν ὀδύνην· τὸ δὲ μυρίους σοι φέρει φιλοσοφίας στεφάνους, καὶ μυρία παρὰ πάντων θαύματα, καὶ μεγάλας παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβάς; Τί τοίνυν τὸ ὠφελοῦν καὶ εὔκολον καὶ ἡδὺ ἀφεὶς, τὸ βλάπτον καὶ λυποῦν καὶ κατατῆκον ἀντ' ἐκείνου διώκεις; Ἄλλως δὲ, εἰ ἡ τοῦ πειρασμοῦ καὶ τῆς πενίας θλῖψις αἰτία τῶν βλασφημιῶν ἐγίνετο, πάντας ἔδει τοὺς ἐν πενίᾳ βλασφημεῖν· νυνὶ δὲ τῶν ἐν πενίᾳ ζώντων ἐσχάτῃ πολλοὶ διηνεκῶς εὐχαριστοῦσιν, ἕτεροι δὲ, ἀπολαύοντες πλούτου καὶ τρυφῆς, οὐ διαλιμπάνουσι βλασφημοῦντες· οὕτως οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ' ἡ προαίρεσις ἡ ἡμετέρα καὶ τοῦτο κἀκεῖνο ἐργάζεται. Διὰ γὰρ τοῦτο καὶ ταύτην ἀνέγνωμεν τὴν παραβολὴν, ἵνα μάθῃς ὅτι τὸν μὲν ῥᾳθυμοῦντα οὐδὲ ὁ πλοῦτος ὀνίνησι, τὸν προσέχοντα δὲ οὐδὲ ἡ πενία καταβλάψαι δύναται. Καὶ τί λέγω, πενία; κἂν ἅπαντα ὁμοῦ συνέλθῃ τὰ ἐν ἀνθρώποις κακὰ, τὴν τοῦ φιλοθέου καὶ φιλοσόφου ψυχὴν οὐδέποτε ἐλέγξει, οὐδ' ἀποστῆναι πείσει τῆς ἀρετῆς (καὶ τούτων μάρτυς ὁ Λάζαρος)· ὥσπερ οὖν τὸν χαῦνον καὶ διαλελυμένον οὐ πλοῦτος, οὐχ ὑγίεια, οὐ διηνεκὴς εὐημερία, οὐκ ἄλλο οὐδὲν ὠφελῆσαι δυνήσεταί ποτε.