Ancient Greek · ~8 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mansuetudine sermo [Sp.] 1
Not analysed yet
Οἶμαι πάντας ὑμᾶς ἐπίστασθαι σαφῶς, ὅτι προσήκει τοὺς τῶν λογίων τοῦ Θεοῦ συνετῶς ἀκούοντας, ἦθος ἀγαθὸν καὶ τρόπων ἀρετὴν ἀσκεῖν. Τοῦτο γάρ ἐστιν ᾧ μάλιστα διαφέρουσιν οἱ δοῦλοι τοῦ Χριστοῦ τῶν τὴν ἀλήθειαν ἀγνοούντων, τῷ χρηστότητι συζῇν καὶ βίον ἄξιον τῆς εὐσεβείας παρέχεσθαι. Τοὺς μὲν γὰρ τὸν Χριστὸν ἀγνοοῦντας οὐδὲν ἀπεικὸς πονηρούς τε εἶναι καὶ μοχθηροὺς τὸν τρόπον· ὁ δὲ τοῦ Χριστοῦ δοῦλος ἐκ τῆς τῶν ἠθῶν ἡμερότητος καλείσθω μᾶλλον, ἢ τοῦ παρὰ τῶν γονέων αὐτῷ τεθέντος ὀνόματος. Οὐ γὰρ οὕτως ἀγαπᾶται παρὰ τοῦ Θεοῦ τὸ τῶν ἀνθρώπων γένος, οὐκ ἀπὸ παρθενίας, οὐκ ἀπὸ νηστείας, οὐκ ἀπὸ τοῦ τῶν χρημάτων καταφρονεῖν, οὐκ ἀπὸ τοῦ προθύμως χεῖρα τοῖς δεομένοις ὀρέγειν, ὡς ἀπὸ τῆς ἡμερότητος καὶ τῆς τῶν ἠθῶν εὐταξίας· καίτοι καὶ τὸ προθύμως ἐπαρκεῖν τοῖς δεομένοις οὐκ ἄλλοθεν οὐδαμόθεν, ἀλλ' ἀπὸ τῆς χρηστότητος περιγίνεται πᾶσι τοῖς τὸν Χριστὸν ἀγαπῶσι. Καὶ ὥσπερ ἐκ τῶν πηγῶν οἱ ῥύακες, οὕτως ἡ πρόνοια τῶν πτωχῶν ἐκ τῆς τῶν ἠθῶν ἡμερότητος. Πᾶς γὰρ ἐπιεικής τε καὶ πρᾶος ῥᾳδίως εἰς φιλανθρωπίαν καθέλκεται, καὶ οὐκ ἀνάσχοιτο περιιδεῖν τοὺς ἐν ἐνδείᾳ καθεστηκότας, ἑαυτοῦ νομίζων συμφορὰν τὴν πενίαν τῶν ἄλλων. Ἔστι τοίνυν φθόνος μὲν ἁπάντων κάκιστος· ἀνὴρ δὲ χρηστὸς καὶ πρᾶος οὐ παραδέχεται τῇ ψυχῇ τὸ πονηρὸν τοῦτο νόσημα, ἀλλὰ τοὺς εὐδοκιμοῦντας ἀδελφοὺς ὁρῶν, συγχαίρει καὶ συνήδεται, ἑαυτοῦ νομίζων εὐδοξίαν τὴν τῶν ἄλλων εὐδοξίαν, κοινὰ τὰ τῶν φίλων ἡγούμενος, ἐν μὲν τοῖς ἀγαθοῖς συγχαίρων, ἐν δὲ τοῖς λυπηροῖς συναλγῶν. Τοιαῦτα τὰ τῆς πραότητος δῶρα, τοιοῦτος ὁ βίος τῶν ἐν ἐπιεικείᾳ συζώντων· ὁ πρᾶος ὀρφανῶν πατὴρ, χηρῶν προστάτης, πενίας κηδεμὼν, ἀδικουμένων βοηθὸς, πανταχοῦ ποιῶν τοῦ δικαίου τὸ κράτος. Καὶ παιδίῳ πατὴρ αἰδέσιμος ὁ πραότητι συζῶν, καὶ παῖς πατρὶ, καὶ δοῦλος δεσπότῃ, καὶ τὸν δεσπότην οὐδὲν ἕτερον τῆς παρὰ τῶν οἰκετῶν εὐνοίας ἀπολαύειν ποιεῖ. Ὅταν γὰρ ἴδωσιν αὐτὸν ἐπιεικείᾳ χαίροντα, καὶ πράως ἅπασι προσφερόμενον, περὶ πολλοῦ ποιοῦνται καὶ θαυμάζουσι, πατέρα μᾶλλον ἢ δεσπότην τὸν κεκτημένον νομίζοντες.