Ancient Greek · ~5 min
Pg 149
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De meretrice [Sp.] 149
Not analysed yet
Τοῦ αὐτοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου ὁμιλία εἰς τὸν φαρισαῖον καὶ εἰς τὴν πόρνην. Cf. Ev. Luk. 7, 36—50. Ἐν παντὶ καιρῷ καλὴ καὶ σωτήριος ἡ μετάνοια τοῖς χρωμένοις αὐτῇ, ἐν ταύταις δὲ μάλιστα ταῖς τῆς νηστείας ἡμέραις ἐπωφελὴς πᾶσιν ἀνθρώποις καθίσταται, τοῖς προςτρέχουσιν ταῖς ἀγκάλαις αὐτῆς. Νῦν γὰρ ἡμῶν αἱ ψυχαὶ, τὴν πολυσαρκίαν, ὡς βαρὺ φορτίον, ἀποτιθέμεναι, ῥαδίως ἀνήπτανται πρὸς τὸν ποιητὴν καὶ δεσπότην θεόν· καὶ τῶν οἰκείων πλημμελημάτων κατηγοροῦσι θερμῶς, καὶ τὴν ἐπὶ τοῖς αὐτῶν πταίσμασιν συγγνώμην αἰτοῦσιν παρὰ τοῦ φιλανθρώπου κριτοῦ. Εὔκαιρον οὖν ἐστιν, ἡμᾶς εἰς μέσον ἀγαγεῖν, μετανοίας διδάσκαλον, τὴν πόρνην ἐκείνην, τὴν περιπλακεῖσαν τοῖς ἀχράντοις ἴχνεσιν τοῦ δεσπότου Χριστοῦ, τὴν ἐξαλείψασαν τοῖς νάμασιν τῶν δακρύων τὸ γραμματεῖον τῆς φαυλοτάτης ζωῆς, ἣν ἐλεήσας ὁ κύριος ἀπέσμηξεν καὶ οἰκτειρήσας ἀπέλουσεν. Ἀναδράμωμεν οὖν ἐπὶ τὴν εὐαγγελικὴν ἱστορίαν, ἵνα καὶ τὴν τοῦ Χριστοῦ φιλανθρωπίαν κατίδωμεν, καὶ τῆς γυναικὸς τὴν προςεδρίαν θαυμάσωμεν, καὶ μάθωμεν παρ' αὐτῆς, πῶς ὀφείλομεν καὶ ἡμεῖς, οἱ ἁμαρτωλοὶ, προςτρέχειν τῷ λυτρωτῇ θεῷ καὶ λαμβάνειν παρ' αὐτοῦ τὴν συγχώρησιν τῶν πεπλημμελημένων ἡμῖν. «Ἠρώτησέν τις τῶν φαρισαίων τὸν κύριον, ἵνα φάγῃ μετ' αὐτοῦ· καὶ εἰςελθὼν εἰς τὴν οἰκίαν τοῦ φαρισαίου ἀνεκλίθη.» Βλέπεις συγκατάβασιν θεοῦ; βλέπεις θείας οἰκονομίας μυστήριον; βλέπεις