Ancient Greek · ~8 min
Pg 150
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De meretrice [Sp.] 150
Not analysed yet
φιλανθρωπίας ὑπερβωλήν; ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, κληθεὶς εἰς ἄριστον ὑπὸ τοῦ οἰκέτου, ἀναμφιβόλως παρεγένετο πρὸς αὐτὸν, ἵνα διὰ τῆς ἐσθιάσεως ἐνδείξηται τῆς αὑτοῦ συγκαταβάσεως τὸ μέγεθος· καὶ τὸ τοῦ φαρισαίου δωμάτιον κατέλαβεν, ὡς ἄνθρωπος, ὁ πάντα τόπον πληρῶν τῇ θεότητι, ἵνα καὶ τὴν οἰκονομίαν καὶ τὴν φιλανθρωπίαν ἐνδείξηται. «Καὶ ἰδοὺ, γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλὸς, ἐπιγνοῦσα, ὅτι ἀνάκειται εἰς τὴν οἰκίαν τοῦ φαρισαίου, λαβοῦσα ἀλάβαστρον μύρου πολυτίμου, καὶ στᾶσα ὀπίσω αὐτοῦ, ἤρξατο τοῖς δάκρυσιν βρέχειν αὐτοῦ τοὺς πόδας, καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ»—οὐδὲν λέγουσα φανερῶς πρὸς αὐτόν. Ἐδεδοίκει γὰρ, μήπως λόγος τις δυςώδης, ἐκ τῶν ἁμαρτωλῶν αὐτῆς χειλέων ἐξελθὼν, κινήσῃ κατ' αὐτῆς εἰς ὀργὴν τὸν φιλάνθρωπον κριτήν. Κατὰ δὲ τὸ σιωπώμενον τὴν πρεσβείαν ἐξύφαινεν, καὶ τῇ καρδίᾳ μόνῃ τὴν ἐξομολόγησιν ποιουμένη, τὴν ἱκεσίαν ἀνέφερεν τῷ μόνῳ τὰ ἐγκάρδια ἐπισταμένῳ δεσπότῃ, καὶ πρὸς αὐτὸν, τὸν φιλάνθρωπον, τῇ διανοίᾳ ἐβόα· «Ἐτόλμησα προςελθεῖν σοι, δέσποτα, διὰ τὴν σὴν μητέρα καὶ παρθένον, ὡς σὺ μόνος ἐπίστασαι ὡς δημιουργὸς καὶ θεός· δι' ἐκείνην τοίνυν τὴν σὴν ἀπειρόγαμον μητέρα καὶ παρθένον, οἴκτειρόν με, τὴν πόρνην· δώρησαί μοι τῶν ἐμῶν πλημμελημάτων τὴν συγχώρησιν· δι' αὐτὴν ἐκείνης παρθενίαν τὴν ἐμὴν πορνείαν οἰκτείρησον· ἐλέησον, φιλάνθρωπε, κλαίουσαν, ἣν εἰκότως ἐμίσεις γελῶσαν καλῶς· οἰκτείρησον στενάζουσαν κατὰ ψυχὴν, ἣν εὐλόγως ἀπεστρέφου καλλωπιζομένην τῷ σώματι πρὸς ὄλεθρον καὶ ἀπάτην πολλῶν· οἰκτείρησον πλοκάμους, οὓς αὐτὸς μὲν ἐδημιούργησας πρὸς κόσμον τῆς ἐμῆς κεφαλῆς, ἐγὼ δὲ πρὸς ἀπώλειαν κατεκόσμουν τῆς ἐμῆς ψυχῆς· δέξαι τὸ μύρον, ὡς μύρον οὐράνιον, καὶ ἀπόσμηξόν μου τοῦ βίου τὸν βόρβορον· δέξαι τὸ μύρον τοῦτο, καὶ πνευματικόν μοι μύρον χάρησαι, ἡ πηγὴ τῶν ἀγαθῶν· ἐμὲ τὴν ῥυπωθεῖσαν ἀπόπλυνον, ἰατρὲ παντοδύναμε· θεράπευσον τὴν πολλὰς παρὰ τοῦ διαβόλου δεξαμένην πληγάς· ἀπόξεσόν μου τῆς ψυχῆς τῶν ἁμαρτημάτων τὴν λέπραν, ὡς ἀπέξυσας τοῦ πιστοῦ λεπροῦ τὴν κηλῖδα τοῦ σώματος· ξήρανον τὰς τῶν ἐμῶν ἀνομημάτων πηγὰς,