Ancient Greek · ~3 min
Pg 153
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De meretrice [Sp.] 153
Not analysed yet
ταῖς ὀλίγαις ταύταις ἡμέραις τῆς νηστείας, σπουδάσωμεν διὰ βίου καθαροῦ καὶ πολιτείας ἀρίστης, διὰ νηστείας, δι' ἐλεημοσύνης, διὰ δακρύων, δι' ἐξομολογήσεως κατᾶραι πάντα βόρβορον καὶ κηλῖδα τῶν πολλῶν ἡμῶν ἁμαρτιῶν, ἵνα καὶ τῆς προςηνοῦς φωνῆς ἀκούσωμεν τοῦ φιλανθρώπου δεσπότου, λέγοντος πρὸς ἡμᾶς· ἀφέωνται ὑμῶν αἱ ἁμαρτίαι· ὅπως καὶ τῆς ἐπουρανίου βασιλείας κληρονόμοι γενώμεθα, καὶ τῆς μακαρίας φωνῆς ἀξιωθῶμεν, τῆς λεγούσης· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν—ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.