Ancient Greek · ~8 min
Pg 152
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De meretrice [Sp.] 152
Not analysed yet
συγκατάβασιν; τί δὲ κακίζεις τὴν ἐμὴν φιλανθρωπίαν, ἧς πρῶτος ἀπήλαυσας σύ; τί πολλὴν ἐπὶ τῶν ἄλλων ἀπαιτεῖς τὴν ἀκρίβειαν, ἣν ἐὰν ἐπιδείξωμαι νῦν, οὐ συμφέρει σοι; τί λογοθετεῖς τὴν ἐμὴν ἀγαθότητα, ἧς ἐνδεὴς γέγονας καὶ αὐτός; «Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα;» —ὦ φιλανθρωπίας θεοῦ ἄπειρον ὕψος· ὦ ἀνεξικακίας δεσπότου ἀνυπέρβλητον μέγεθος· τὴν ὁμολογουμένην πόρνην «γυναῖκα» προςηνῶς προςηγόρευσεν· ἔκρυψεν τὸ τῆς πονηρᾶς προαιρέσεως ὄνομα, καὶ τὸ κοινὸν τῆς φύσεως προεκόμισεν ὄνομα. «Βλέπεις ταύτην τὴν γυναῖκα»—ἣν ἐθεασάμην πάλαι τοῖς τῆς θεότητος ὀφθαλμοῖς· τὴν αὐτόκλητον ἐπειςελθοῦσαν ἡμῖν; τὴν πρῶτον καὶ μόνον ἀναισχυντήσασαν ἀναισχυντίαν καλήν; τὴν, ἐνδέοντι καιρῷ, τὴν ζωηφόρον ἐπιδειξαμένην ἀναίδειαν; τὴν ὑπὸ σοῦ κατηγορουμένην ἐπὶ ἐγκλήμασι πολλοῖς, ἐφ' οἷς προςῆλθεν τῇ ζωῇ, καὶ μὴ τολμήσασαν, ὡς ἀπρόςωπον, κατὰ πρόςωπον στῆναι, ἀλλ' ὀπίσω κρυπτομένην, καὶ διὰ τοῦ βίου τοῦ προτέρου ἑαυτῆς ἔλεγχος γινομένην; «Εἰςῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ εἰς τοὺς πόδας μου οὐκ ἔδωκας, αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας, καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὑτῆς ἐξέμαξεν.» Οὓς οὐκ ἔβρεξεν πόδας τοῖς κύμασι ἡ θάλασσα, αὕτη τοῖς δάκρυσιν ἀπέπλυνεν καὶ τοῖς φιλήμασιν ἱκέτευσεν. Πότε κατέμαθες τοιαύτην γυναῖκα τὰς ἰδίας τρίχας ἐκμαγεῖον ποιήσασαν, καθάπερ αὕτη ἐπὶ τῶν ἐμῶν ποδῶν πεποίηκεν; «Φίλημά μοι οὐκ ἔδωκας», καίτοι δίκαιος ἦσθα, καλέσας ἡμᾶς εἰς ἄριστον, πρῶτος ὑπαντῆσαι καὶ περιπτύξασθαί με καὶ τὰ τῆς φιλοφροσύνης ἐν πᾶσιν ἐπιδείξασθαι· ἀλλὰ σὺ μὲν τοῦτο οὐκ ἐποίησας, «αὕτη δὲ, ἀφ' οὗ εἰςῆλθον εἰς τὸν οἶκόν σου, οὐ διέλειπεν καταφιλοῦσά μου τοὺς πόδας». Βλέπε ταύτης τὸν ἀκόρεστον πόθον καὶ κόλασόν σου τὸν φιλολοίδορον τρόπον· βλέψον εἰς αὐτὴν καὶ κατάμαθε κλαίουσαν, εἰ μὴ καὶ σὺ ἀγαπήσῃς, ἣν ἀκαίρως ἐμίσησας. «Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας, αὕτη δὲ μύρῳ ἤλειψέν μου τοὺς πόδας, οὗ χάριν, λέγω σοι, ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί». Ταύτην οὖν καὶ ἡμεῖς, ἀδελφοὶ, ζηλώσωμεν τὴν πιστὴν καὶ θαυμασίαν πόρνην, καὶ ὡς ἔτι καιρὸν ἔχομεν μετανοίας ἐν