Ancient Greek · ~36 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia [Sp.] 3.1
Not analysed yet
Ἵνα δὲ γνῷς, ὅτι καὶ παρὰ συμπόσια θεάματα πολλάκις ἄσεμνα καὶ βλαβερὰ ταῖς ψυχαῖς ἐπεισαγόμενα, κατακρίσεως αἴτια γίνεται, ὑπομνήσω σε συμποσίου βασιλικοῦ, μᾶλλον δὲ τυραννικοῦ, τοῦ ἐν τῇ βίβλῳ τῶν Εὐαγγελίων ἀναγεγραμμένου. Δεῖπνον ἦν βασιλικὸν, μᾶλλον δὲ, εἰ δεῖ τἀληθῆ λέγειν, τυραννικὸν, γενέθλια Ἡρώδου, τῆς μιαρᾶς ἀλώπεκος, τοῦ μιαιφόνου θηρίου, τοῦ δολεροῦ· οὗ τὸν τρόπον καὶ ὁ Κύριος ἐπιστάμενος, οὐκ εἶπεν, Εἴπατε τῷ λέοντι τούτῳ (καίτοι τοῦτο τὸ θηρίον ἐδόκει βασιλικὸν), ἀλλ', Εἴπατε τῇ ἀλώπεκι. Εἰ γὰρ καὶ ἡ ἐξουσία λέοντος, ἀλλ' ὁ τρόπος ἀλώπεκος. Συγκροτουμένου δὲ τοῦ συμποσίου, καὶ προελθόντων αὐτῶν εἰς τὸ πίνειν, πάρεισιν ὀρχηστρὶς εἰς τὸ συμπόσιον, αἰσχρὸν θέαμα καὶ ἀδόκιμον, ἐλεεινὸν μὲν, καὶ εἴπερ ἐν τῷ θεάτρῳ καὶ τῇ σκηνῇ ἐπεισῆλθε, μήτι γε βασιλικῷ συμποσίῳ. Βούλει γνῶναι τὸ τοῦ συμποσίου θέαμα τὸ αἰσχρόν; Ἀπὸ τῶν βασιλέων ἡ ὀρχηστρὶς, θυγάτηρ τῆς Ἡρωδιάδος· βασιλέως τὸ γένος, καὶ ὀρχηστρίδος ὁ τρόπος. Αὕτη δέ ἐστιν Ἡρωδιὰς ἡ μηδὲ τοῖς τῆς φύσεως ὅροις ἐμμείνασα· ἡ Φιλίππῳ συναφθεῖσα, καὶ Ἡρώδῃ συνοικοῦσα. Αἴνιγμα τὸ λεγόμενον· καὶ εἰς αἰνιγμάτων γὰρ ζήτησιν ἄγει τῆς ἀκολασίας τὸ τέλος. Ὁ γὰρ Ἡρώδης παρωσάμενος τὴν πρὸς τὸν ἀδελφὸν μνήμην, καὶ τῆς ἀκολασίας ὅλος δοῦλος γενόμενος, ἦν μὲν Ἰουδαίων βασιλεὺς, ἦν δὲ πλέον δοῦλος τῶν ἡδονῶν. Τάχα οἷοι οἱ βασιλευόμενοι, τοιοῦτοι καὶ οἱ δεσπόται. Τοῦ τοίνυν συνοικεσίου τοῦ Ἡρώδου παραγινομένου, Ἰωάννης μὲν ὁ μέγας, ὁ περισσότερον προφήτου, μετὰ παῤῥησίας τὴν ἀκολασίαν διήλεγχεν· ὄντως γὰρ καὶ περισσότερον προφήτου. Πᾶς γὰρ προφήτης, ἐν ἔξει τῆς ἡλικίας γενόμενος, τότε τῆς χάριτος τῆς προφητικῆς ἠξιώθη· ἔνιοι δὲ καὶ πολλοῖς ὕστερον χρόνοις. Ἰωάννης δὲ μόνος ἓξ ἔτι μηνῶν ἔχων τὴν σύλληψιν ἐν γαστρὶ, καὶ κατὰ τοὺς τῆς φύσεως νόμους τρεφόμενος, τοῦ ἐν γαστρὶ Θεοῦ, διὰ τοῦ ἀσπασμοῦ τῆς μητρὸς, προεσκίρτησεν, ἀτελὴς τὰ μέλη, τὴν πίστιν τέλειος. Καὶ τάχα σκιρτᾷ ἐν ἀγαλλιάσει τὸ βρέφος, ἐπειγόμενον, εἰ δυνατὸν, προλαβεῖν τὴν προθεσμίαν τῆς φύσεως. Εἶδε τοῦ Δεσπότου τὴν μητέρα παροῦσαν· στενοχωρεῖται τῇ φυλακῇ τῆς γαστρὸς, ἐν ἀγαλλιάσει σκιρτᾷ· καὶ ἐπειδὴ λαλεῖν οὐ δύναται μηδέπω, μηδὲ τὴν γλῶσσαν ἔχων φθέγξασθαι δυναμένην, μηδὲ τὸ στόμα ταῖς προθυμίαις ὑπηρετούμενον, παρὰ τῆς μητρὸς γλῶσσαν χρησάμενος προφητεύει, καὶ φθέγγεται μὲν Ἐλισάβετ· Ἰωάννης δὲ ἀπὸ τῆς γαστρὸς ὑπαγορεύει τὰ ῥήματα. Οὐ δικαίως οὖν καὶ περισσότερον προφήτου; Ἔστι καὶ ἄλλος λόγος, καθ' ὃν καὶ περισσότερον προφήτου. Οἱ προφῆται τὸ μέλλον προηγόρευον, καὶ ἐπεθύμουν ἰδεῖν ὃ προέβλεπον τῇ ψυχῇ. Διὰ τοῦτο κεκράγασι· Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Διὰ τοῦτο περὶ αὐτῶν ὁ Κύριος εἶπε· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ ἀκοῦσαι ἃ ἀκούετε· καὶ οὐκ εἶδον, οὐδὲ ἤκουσαν. Οἱ μὲν οὖν προφῆται τὸ μέλλον προαγορεύουσιν· Ἰωάννης δὲ καὶ τὸν προφητευόμενον δείκνυσι. Προαγορεύει τὸ μέλλον ἐκ τῆς γαστρὸς, καὶ μετὰ ταῦτά φησιν· Οὗ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος, μέσος ὑμῶν ἕστηκε. Πῶς δείκνυσιν; Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτος οὖν προφήτης, καὶ περισσότερον προφήτου, οὐκ ἤνεγκε τὸ ἄσεμνον συνοικέσιον, ἀλλ' ὑπὲρ σωφροσύνης παῤῥησιάζεται. Καλὸν τὸ διήγημα ἕκαστον νουθετείτω, ὅτι κἂν μὴ ὦσι πρόδηλοι διωγμοὶ, μαρτυρίου καιρὸς πάντοτε. Μὴ γὰρ Ἰωάννῃ προὔθηκέ τις βωμὸν καὶ λίβανον; μὴ γὰρ θύματα καὶ σπονδάς; μὴ γὰρ εἶπεν, Ἄρνησαι τὸν Θεόν; μὴ γὰρ εἶπε, Θῦσον τοῖς εἰδώλοις; Ἀλλ' ὑπὲρ σωφροσύνης ἐλευθερίῳ παῤῥησιαζόμενος στόματι, μάρτυς τῆς σωφροσύνης εὑρίσκεται. Ἵνα γὰρ γνῷς πόσον δύναται παῤῥησία προφητικὴ, φησὶ πρὸς τὸν βασιλέα· Οὐκ ἔξεστί σοι ἔχειν τὴν τοῦ ἀδελφοῦ σου γυναῖκα. Βλέπεις πῶς κατὰ φύσιν τῇ ἀρετῇ τὸ ἄρχειν τῆς κακίας; Ἡρώδης βασιλεὺς, δορυφόρους ἔχων, πλοῦτον περιβεβλημένος, δυναστεύων βασιλικὴν δυναστείαν· Ἰωάννης πτωχὸς, ἀνέστιος, ἄπολις, ἀκτήμων, ἄσιτος, τοσοῦτον ἐσθίων, ὅσον ἡ φύσις βιάζεται. Ὁ περιβεβλημένος ἐκ τριχῶν καμήλου, τῷ τὴν πορφυρίδα περιβεβλημένῳ νομοθετεῖ· ὁ ἐν ταῖς ἐρήμοις πορευόμενος, τῷ τῶν πολυάνδρων ἄρχοντι πόλεων· ὁ ἀκρίδας ἐκ βοτανῶν ἐσθίων καὶ μέλι ἄγριον, τῷ τὴν λαμπρὰν παρατιθεμένῳ καὶ βασιλικὴν τράπεζαν ἐξ αὐθεντίας προστάττει· Οὐκ ἔξεστί σοι. Καίτοι ἐδόκει βασιλεῖ πάντα ἐξεῖναι. Ἀλλὰ Πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. Ἐπὶ τούτοις δέον εὐχαριστεῖν, δέον εὐεργετεῖν, ἣ προσκυνεῖν τὸν ὑπὲρ σωφροσύνης διδάσκαλον· παρωξύνθη μὲν ὁ Ἡρώδης, πλέον δὲ παρωξύνθη Ἡρωδιὰς (γείτονες γὰρ τῶν ὀνομάτων, καὶ τοῦ τρόπου πλέον ἤπερ ὁμόζυγοι· καὶ ἔσονται οἱ δύο, οὐκ εἰς σάρκα μίαν, ἀλλ' εἰς ἀκρασίαν μίαν)· καὶ ὑπὲρ τούτων ἐμβάλλουσι τὸν προφήτην εἰς δεσμωτήριον, ἵνα δείξωσι τὴν οἰκείαν ἀσυνεσίαν. Ἔλεγχε σοφὸν, καὶ ἀγαπήσει σε· ἀσύνετον δὲ, καὶ προσθήσει τοῦ μισεῖν σε. Ἐμβάλλεται τῷ δεσμωτηρίῳ, καὶ οὐ μεταλλάσσει τὴν παῤῥησίαν. Λῦσον, φησὶ, τὰ μέλη· μόνον λῦσον τὸ ἄδικον συνοικέσιον. Ἐγκαρτεροῦντος δὲ αὐτοῦ τῷ δεσμωτηρίῳ, γίνεται τὸ πικρὸν ἐκεῖνο συμπόσιον, τὸ τυραννικὸν καὶ ὠμόν· οὗ τῆς εὐφροσύνης τέλος, προφήτου φόνος. Εἴσεισιν Ἡρωδιὰς τῆς Ἡρωδιάδος θυγάτηρ, τέκνον τῆς σαρκὸς, τέκνον τῆς ψυχῆς· εἴσεισιν εἰς οἰνωμένον συμπόσιον, ὀρχεῖται δημοσίᾳ ἡ βασίλισσα, ἣν οὐκ ἐχρῆν προκύπτειν κοιτωνίτιδος, ἣν οὐκ ἐχρῆν ἀῤῥένων ὄψεσι θαρσεῖν. Ἀλλὰ τάχα, ὥσπερ Ἰωάννης παρὰ τῆς μητρὸς πρὸ βραχέος ἐχρήσατο γλῶσσαν, καὶ ἡ κόρη παρὰ τῆς μητρὸς τοὺς ὀφθαλμοὺς τῆς ἀναισχυντίας ἐχρήσατο. Εἴσεισιν εἰς τὸ συμπόσιον. Οὐκ ἤρκει τοῦτο τῆς αἰσχύνης ἔχειν τὴν ὑπερβολήν· ἀλλὰ καὶ πῶς εἴσεισιν; ἆρα ὡς βασιλίς; ἆρα σεμνῶς; ἆρα εὐνούχοις, ἆρα θεραπαινίσιν, ἆρα τῷ ἄλλῳ κόσμῳ, καὶ σεμνότητι προσεκοσμήθη; Οὐδαμῶς· ἀλλ' εἴσεισιν ὀρχουμένη. Κακῆς εἰσόδου χείρων ἡ ὑπόθεσις. Καὶ ὠρχήσατο ἐν μέσῳ τοῦ συμποσίου, ἐν τοῖς τῶν ἀκολάστων ὀφθαλμοῖς, ὅτε καὶ ὁ οἶνος τὸ πάθος πλέον ἠρέθιζεν. Καὶ βούλει γνῶναι τὸ χεῖρον; Οὐκ ὀρχεῖται μόνον, ἀλλὰ καὶ καλῶς ὀρχεῖται. Προσθήκη τῆς αἰσχύνης, καὶ τὸ καλῶς μελετῆσαι τὰ κακά. Ἔοικεν γὰρ οὐ παρέργως τὴν αἰσχύνην κατωρθωκέναι. Ἀρέσκει τῷ Ἡρώδῃ καὶ τοῖς συνανακειμένοις. Καὶ ἡ ἀλώπηξ οὐκ ἐγκαλύπτεται. Βλέπει τοῦ ἀδελφοῦ τὴν θυγατέρα καὶ τῆς κακῶς συνοικούσης ἐν μέσῳ ἀῤῥένων ὀρχουμένην, καὶ οὐ καλύπτεται, ἀλλὰ καὶ ἀρέσκεται, καὶ ἀρέσκει κἀκείνῳ καὶ τοῖς συνανακειμένοις. Μεθ' ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις. Ἐβουλόμην αὐτὸν μικρόν τι Παύλῳ μαθητευθῆναι· Ὅλως ἀκούεται ἐν ὑμῖν ὄρχησις, καὶ τοιαύτη ὄρχησις, οἵα τις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὡς βασιλέως ὀρχήσασθαι θυγατέρα. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐ μᾶλλον ἐπενθήσατε. Ἀλλὰ καὶ ἀρέσκει κακῶς, καὶ μισθὸν λαμβάνει τοῦ κατορθώματος χείρονα, ὥστε τὸν Ἡρώδην ὀμόσαι· Αἴτησον ὃ θέλεις, καὶ δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Ὁρᾶτε τῶν φιληδόνων τὸ τέλος; ὁρᾶτε τῶν φιλοθεαμόνων τὴν αἰσχύνην; Προλαμβάνων ὀμνύεις· Ὃ ἐὰν αἰτήσῃς, δώσω σοι· καὶ ποιεῖς αἰτήσεως κύριον, ὀρχηστρίδιον, καὶ προενεχυράζεις τὴν ψῆφον ὅρκου προσθήκῃ. Βλέπεις πῶς βασιλέων ἀξίωμα φιληδονία κατασύρει πρὸς γῆν; βλέπεις ποῦ τὴν βασιλείαν ἀπέῤῥιψεν; «Ὃ ἐὰν αἰτήσῃς, δώσω σοι, καὶ ἕως τοῦ ἡμίσους τῆς βασιλείας.» Τοσούτου κρίνεις τὴν βασίλειον ἀξίαν; Οὕτω προδιεφθάρης τοὺς ὀφθαλμούς; Ἅπαξ ὠρχήσατο τὸ κοράσιον, καὶ ἀπέδου τὸ ἥμισυ· ἐὰν δεύτερον ὀρχήσηται, ἰδιώτης ὁ βασιλεύς. Ποῦ τὸ τῶν φιληδόνων ἀξίωμα; ποῦ τῶν ἀκολάστων ἡ ἁλουργίς; Τὸ ἥμισυ τῆς βασιλείας τοῖς ποσὶ τῆς ὀρχηστρίδος ὑπέῤῥιψας· εὖξαι μὴ πάλιν αὐτὴν ὀρχήσασθαι, ἢ μὴ πάλιν αὐτὴν ὀρχησαμένην εὐδοκιμεῖν· εἰ δὲ μὴ, λείπεταί σοι τὸ προσαιτεῖν. Ἀλλὰ ταύτῃ μὲν ἀκόλαστος ἡ τοῦ μισθοῦ πρότασις· τί δὲ ἡ τῆς ὀρχηστρίδος αἴτησις; Οὐκ ἐσχεδίασε τὸ δῶρον, οὐκ ἐξ αὐτοσχεδίου τὸν μισθὸν ᾔτησεν· ἀλλὰ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς, ἀπέρχεται χρήσασθαι συμβούλῳ τοῦ μισθοῦ τῇ κακῇ διδασκάλῳ. Καὶ ποῖον ᾔτησε μισθόν; Δός μοι ὧδε ἐξ αὐτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἆρα μὴ δακρύσω τῆς αἰσχύνης τὴν ὑπερβολὴν, τοῦ κατορθώματος τὸ αἰσχρὸν, τοῦ βασιλέως τὴν ἐπαγγελίαν, τοῦ μισθοῦ τὴν αἴτησιν; οὐ φρίσσετε λοιπὸν τῶν ὀρχουμένων τὰ τέλη; οὐ βδελύσσετε τῶν κρότων τοὺς λογισμούς; οὐκ ἀποπτύετε τῶν ἡμιγύμνων τοὺς λυγισμούς; Τολμᾶς ὀρχηστὴν φίλον ἔχειν; τολμᾷς σεαυτὸν τάττειν ἐραστὴν ὀρχηστοῦ; Οὐ μισεῖς τὸ πρᾶγμα, ὅπερ ἀμελούμενον γέλωτα καὶ παρὰ τοῖς θεαταῖς ὀφλισκάνει; Ὀφλισκάνει μὲν γέλωτα, εἰς ἄκρον δὲ κατορθωθὲν, προφήτην φονεύει. Μισήσωμεν ὄρχησιν, εὕρημα δαιμόνων καὶ μελέτην κακοδαιμόνων. Ἐπὶ τούτοις ὁ Ἡρώδης ἐλυπήθη· ἐλυπήθη δὲ ἄκρως, ὡς ἂν εἴποι τις, καὶ μιμεῖται τὸν Πιλᾶτον, μᾶλλον δὲ τὸν τρόπον τοῦ Πιλάτου· προγενέστερον γὰρ τὸ διήγημα. Νίπτεται τὰς χεῖρας ἐκεῖνος, καὶ τῇ ψήφῳ τῇ κολαστικῇ παραδίδωσι· λυπεῖται καὶ οὗτος, καὶ διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐπένευσεν. Οὐ καλῶς ἔλεγεν ὁ Κύριος σήμερον, Μὴ ὀμόσῃς ὅλως; Εἶδες Δεσπότου παραίνεσιν· Μὴ ὀμόσῃς ὅλως. Διὰ τί γὰρ ὀμνύεις, ἢ ἵνα ἐπιορκῶν παγιδεύσῃς σαυτὸν, ἢ εὐορκῶν προφήτην φονεύσῃς; Κακῶς ὤμοσε, χεῖρον εὐώρκωσεν· ὅμως, Διὰ τοὺς ὅρκους, φησὶ, καὶ τοὺς συνανακειμένους. Τοὺς συνανακειμένους ᾐδέσθης, καὶ τὸν Κριτὴν οὐκ ἐφοβήθης; Καὶ ἐκέλευσε, φησὶ, Καὶ παραχρῆμα ἠνέχθη ἡ κεφαλὴ Ἰωάννου τοῦ Βαπτιστοῦ ἐπὶ πίνακος, καὶ ἐδόθη κορασίῳ. Ἴδε τοῦ πικροῦ συμποσίου πικρότερον καὶ τὸ τέλος· τέμνεται ἡ κεφαλὴ τοῦ προφήτου, δίδοται τῷ κορασίῳ, καὶ τὸ κοράσιον δέχεται· οὐ φρίττει τὸ θέαμα, οὐ κατεπλάγη τὴν κεφαλὴν, οὐκ ἀπεστράφη τὰς τῶν αἱμάτων ῥανίδας· ὄντως ὠμῆς λεαίνης σκύμνος ὠμότερος. Ἐπὶ πίνακος τίθεται κεφαλὴ προφήτου, ἐφ' οὗ τὰ ἐδέσματα παραφέρεται· καὶ τὸ αὐτὸ σκεῦος ἐδεσμάτων καὶ φόνου, καὶ αὐτῆς ὥρας ἔτι τοῦ λύθρου στάζοντος, ἔτι παλλούσης τῆς κεφαλῆς, τάχα καὶ εἰς τὸ συμπόσιον παρενεχθεῖσα ἡ κεφαλή· ἔτι τῆς γλώττης σαλευομένης ἐβόα· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. Καὶ λαβοῦσα ἀπήνεγκε τῇ μητρὶ αὐτῆς. Ἀπέλαβεν ἡ ὀρχηστροδιδάσκαλος τῆς κακῆς διδασκαλίας τὸ ἀσεβὲς κατόρθωμα.