Ancient Greek · ~11 min
Section 12
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De profectu evangelii 12
Not analysed yet
Ἀλλ' ἀνάξιος εἶ; Γενοῦ τῇ προσεδρείᾳ ἄξιος. Ὅτι γὰρ καὶ τὸν ἀνάξιον δυνατὸν ἄξιον ἐκ τῆς προσεδρείας γενέσθαι, καὶ δι' ἡμῶν αὐτῶν μᾶλλον, ἢ δι' ἑτέρων παρακαλούμενος ὁ Θεὸς ἐπινεύει, καὶ ὅτι τὴν δόσιν ἀναβάλλεται πολλάκις, οὐχ ἡμᾶς ἐξαπορῆσαι βουλόμενος, οὐδὲ κεναῖς ἐκπέμψαι χερσὶν, ἀλλ' ἵνα μειζόνων ἡμῖν ἀγαθῶν αἴτιος γένηται· τὰ τρία ταῦτα διὰ τῆς παραβολῆς τῆς σήμερον ἀναγνωσθείσης ὑμῖν πειράσομαι ποιῆσαι φανερά. Προσῆλθε τῷ Χριστῷ ἡ Χαναναία ὑπὲρ θυγατρὸς δεομένη δαιμονιζομένης, καὶ βοῶσα μετὰ πολλῆς ἐκτενείας, φησίν· Ἐλέησόν με, Κύριε, ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ἰδοὺ ἀλλόφυλος ἡ γυνὴ, καὶ βάρβαρος, καὶ τῆς πολιτείας τῆς Ἰουδαϊκῆς ἐκτός. Καὶ τί γὰρ ἕτερον ἢ κύων, καὶ ἀνάξιος τοῦ λαβεῖν τὴν αἴτησιν; Οὐ γάρ ἐστι, φησὶ, καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ἀλλ' ὅμως ἀπὸ τῆς προσεδρείας γέγονεν ἀξία. Οὐ γὰρ μόνον εἰς τὴν τῶν παίδων αὐτὴν εὐγένειαν εἰσήγαγε, κύνα οὖσαν, ἀλλὰ καὶ μετὰ πολλῶν τῶν ἐγκωμίων ἐξέπεμψεν, εἰπών· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Ὅταν δὲ ὁ Χριστὸς λέγῃ, Μεγάλη ἡ πίστις, μηδεμίαν ἑτέραν ἀπόδειξιν ζήτει τῆς μεγαλοψυχίας τῆς κατὰ τὴν γυναῖκα. Εἶδες πῶς ἐκ τῆς προσεδρείας γέγονεν ἀξία, ἀναξία οὖσα ἡ γυνή; Βούλει μαθεῖν καὶ ὅτι δι' ἡμῶν αὐτῶν μᾶλλον, ἢ δι' ἑτέρων παρακαλοῦντες αὐτὸν ἀνύομεν; Ἔκραξεν αὕτη, καὶ προσελθόντες οἱ μαθηταὶ λέγουσιν· Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν· καὶ πρὸς μὲν ἐκείνους φησὶν, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ὅτε δὲ αὐτὴ δι' ἑαυτῆς προσῆλθε καὶ ἐπέμενε βοῶσα, καὶ λέγουσα· Ναὶ, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν· τότε τὴν χάριν ἔδωκε, καί φησι· Γενηθήτω σοι ὡς θέλεις. Εἶδες πῶς, ὅτε μὲν ἐκεῖνοι παρεκάλουν, διεκρούσατο· ὅτε δὲ αὐτὴ ἡ δεομένη τῆς δωρεᾶς ἐβόησεν, ἐπένευσεν; Ἐκείνοις μὲν γάρ φησιν, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ταύτῃ δὲ εἶπε, Μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Πάλιν παρὰ μὲν τὴν ἀρχὴν καὶ ἐν προοιμίῳ τῆς αἰτήσεως οὐδὲν ἀπεκρίνατο· ἐπειδὴ δὲ καὶ ἅπαξ καὶ δεύτερον καὶ τρὶς προσῆλθε, τότε τὴν χάριν ἔδωκε, διὰ τοῦ τέλους ἡμᾶς πείθων, ὅτι τὴν δόσιν ἀνεβάλετο, οὐχ ἵνα αὐτὴν διακρούσηται, ἀλλ' ἵνα πᾶσιν ἡμῖν δείξῃ τὴν ὑπομονὴν τῆς γυναικός. Εἰ γὰρ ἵνα αὐτὴν διακρούσηται ἀνεβάλετο, οὐδ' ἂν πρὸς τῷ τέλει ἔδωκεν· ἐπειδὴ δὲ ἀνέμενε δεῖξαι πᾶσιν αὐτῆς τὴν φιλοσοφίαν, διὰ τοῦτο ἐσίγα. Εἰ γὰρ εὐθέως ἔδωκε καὶ παρὰ τὴν ἀρχὴν, οὐκ ἂν ἔγνωμεν τὴν ἀνδρείαν τῆς γυναικός. Ἀπόλυσον αὐτὴν, φησὶν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Τί δὲ ὁ Χριστός; Ὑμεῖς φωνὴν ἀκούετε, ἐγὼ δὲ τὴν διάνοιαν ὁρῶ· οἶδα τί μέλλει λέγειν. Οὐ βούλομαι τὸν ἐγκεκρυμμένον αὐτῆς τῇ διανοίᾳ θησαυρὸν ἀφεῖναι λαθεῖν, ἀλλ' ἀναμένω καὶ σιγῶ, ἵνα αὐτὸν ἐκκαλύψας εἰς τὸ μέσον καταθῶμαι, καὶ πᾶσι ποιήσω φανερόν.