Ancient Greek · ~6 min
Section 13
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De profectu evangelii 13
Not analysed yet
Ταῦτ' οὖν ἅπαντα μαθόντες, κἂν ἐν ἁμαρτήμασιν ὦμεν, καὶ τοῦ λαβεῖν ἀνάξιοι, μὴ ἀπογινώσκωμεν, εἰδότες ὅτι τῇ προσεδρείᾳ τῆς ψυχῆς δυνησόμεθα γενέσθαι τῆς αἰτήσεως ἄξιοι. Κἂν ἀπροστάτευτοι καὶ ἔρημοι ὦμεν, μὴ ἀπαγορεύωμεν, εἰδότες ὅτι μεγάλη προστασία, τὸ αὐτὸν δι' ἑαυτοῦ προσελθεῖν τῷ Θεῷ μετὰ προθυμίας πολλῆς. Κἂν μέλλῃ καὶ ἀναβάληται πρὸς τὴν δόσιν, μὴ ἀναπέσωμεν, μαθόντες ὅτι ἡ μέλλησις καὶ ἀναβολὴ κηδεμονίας καὶ φιλανθρωπίας ἐστὶ τεκμήριον. Ἂν οὕτως ὦμεν πεπεικότες ἑαυτοὺς, καὶ μετὰ ψυχῆς ὀδυνωμένης καὶ θερμῆς καὶ διεγηγερμένης προαιρέσεως, καὶ τοιαύτης οἵας ἡ Χαναναία προσῆλθεν, αὐτῷ προσίωμεν καὶ ἡμεῖς, κἂν κύνες ὦμεν, κἂν ὁτιοῦν εἰργασμένοι δεινὸν, καὶ τὰ οἰκεῖα ἀποκρουσόμεθα κακὰ, καὶ τοσαύτην ληψόμεθα παῤῥησίαν, ὡς καὶ ἑτέρων προστῆναι· ὃν τρόπον καὶ αὕτη ἡ Χαναναία οὐ μόνον αὐτὴ παῤῥησίας ἀπέλαυσε καὶ μυρίων ἐγκωμίων, ἀλλὰ καὶ τὸ θυγάτριον τῶν ἀφορήτων ἴσχυσεν ἐξαρπάσαι δεινῶν. Οὐδὲν γὰρ, οὐδὲν εὐχῆς δυνατώτερον πεπυρωμένης καὶ γνησίας. Αὕτη καὶ τὰ παρόντα διαλύει δεινὰ, καὶ τῶν κατ' ἐκεῖνον τὸν καιρὸν συμβαινόντων ἐξαρπάζει κολάσεων. Ἵν' οὖν καὶ τὸν παρόντα βίον μετ' εὐκολίας διανύσωμεν, κἀκεῖ μετὰ παῤῥησίας ἀπέλθωμεν, πολλῇ σπουδῇ καὶ προθυμίᾳ ταύτην ἐπιτελέσωμεν διηνεκῶς. Οὕτω γὰρ δυνησόμεθα καὶ τῶν ἀποκειμένων τυχεῖν ἀγαθῶν, καὶ τῶν χρηστῶν ἀπολαύειν ἐλπίδων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.