Ancient Greek
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De profectu evangelii 3
Not analysed yet
Ἀλλὰ τὰ μὲν περὶ ταπεινοφροσύνης ἱκανῶς εἴρηται, οὐ πρὸς τὴν ἀξίαν τοῦ κατορθώματος· οὐδεὶς γὰρ αὐτὴν κατ' ἀξίαν ὑμνῆσαι δυνήσεται· ἀλλὰ πρὸς τὴν σύνεσιν τῆς ὑμετέρας ἀγάπης. Εὖ γὰρ οἶδ' ὅτι καὶ ἀπὸ ὀλίγων τῶν εἰρημένων μετὰ πολλῆς αὐτὴν ἐπισπάσεσθε τῆς σπουδῆς. Ἐπειδὴ δὲ ἀνάγκη καὶ τὴν ἀποστολικὴν ῥῆσιν τὴν σήμερον ἀναγνωσθεῖσαν, πολλοῖς δοκοῦσαν παρέχειν ῥᾳθυμίας πρόφασιν, ποιῆσαι φανερὰν καὶ δήλην, ὥστε μὴ ψυχράν τινα ἀπολογίαν ἐντεῦθέν τινας ποριζομένους τῆς οἰκείας ἀμελεῖν σωτηρίας, φέρε, ἐπὶ ταύτην τὸν λόγον ἀγάγωμεν. Τίς οὖν ἐστιν ἡ ῥῆσις; Εἶτε προφάσει, φησὶν, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται. Τοῦτο πολλοὶ περιφέρουσιν ἁπλῶς καὶ ὡς ἔτυχεν, οὐ τὰ πρότερα, οὐ τὰ μετὰ ταῦτα ἀναγινώσκοντες· ἀλλὰ τῆς ἀκολουθίας τῶν λοιπῶν ἀποκόψαντες μελῶν ἐπ' ὀλέθρῳ τῆς ἑαυτῶν ψυχῆς τοῖς ῥᾳθυμοτέροις προβάλλονται. Ἐπιχειροῦντες γὰρ αὐτοὺς τῆς ὑγιοῦς ἀπάγειν πίστεως, εἶτα ὁρῶντες δεδοικότας καὶ τρέμοντας, ὡς οὐκ ἀκίνδυνον ὂν τοῦτο ποιεῖν, καὶ βουλόμενοι τὸν φόβον αὐτῶν ἐκλῦσαι, τὴν ἀποστολικὴν ταύτην παράγουσιν ῥῆσιν, λέγοντες· Ὁ Παῦλος συνεχώρησε τοῦτο, εἰπών· Εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγελλέσθω. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Πρῶτον μὲν γὰρ οὐκ εἴρηκε, καταγγελλέσθω, ἀλλὰ, καταγγέλλεται· πολὺ δὲ τὸ μέσον τούτου κἀκείνου. Τὸ μὲν γὰρ εἰπεῖν, καταγγελλέσθω, νομοθετοῦντός ἐστι· τὸ δὲ εἰπεῖν, καταγγέλλεται, τὸ συμβαῖνον ἀπαγγέλλοντος. Ὅτι δὲ οὐ νομοθετεῖ Παῦλος αἱρέσεις εἶναι, ἀλλὰ ἀπάγει πάντας τοὺς αὐτῷ προσέχοντας, ἄκουσον τί φησιν· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω, κἂν ἐγὼ, κἂν ἄγγελος ἐξ οὐρανῶν. Οὐκ ἂν δὲ ἀνεθεμάτισε καὶ ἑαυτὸν καὶ ἄγγελον, εἰ τὸ πρᾶγμα ἀκίνδυνον ᾔδει. Καὶ πάλιν, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ, φησίν· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν. Φοβοῦμαι δὲ μήποτε ὡς ὁ ὄφις Εὔαν ἠπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Ἰδοὺ καὶ ἁπλότητα τέθεικε, καὶ συγγνώμην οὐκ ἔδωκεν. Εἰ γὰρ ἦν συγγνώμη, κίνδυνος οὐκ ἦν· εἰ δὲ κίνδυνος οὐκ ἦν, οὐκ ἂν ἐφοβήθη Παῦλος· καὶ οὐχ ὁ Χριστὸς δὲ τὰ ζιζάνια κἂν ἐκέλευσε κατακαῆναι, εἰ πρᾶγμα ἀδιάφορον ἦν καὶ τούτῳ, κἀκείνῳ, καὶ ἑτέρῳ προσέχειν, καὶ πᾶσιν ἁπλῶς.