Ancient Greek · ~14 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De profectu evangelii 4.1
Not analysed yet
Τί ποτ' οὖν ἐστι τὸ λεγόμενον; Μικρὸν ἄνωθεν ὑμῖν τὴν ἱστορίαν ἅπασαν διηγήσασθαι βούλομαι· δεῖ γὰρ εἰδέναι ἐν τίσιν ὁ Παῦλος ἦν, ἡνίκα ταῦτα ἐπέστελλεν. Ἐν τίσι τοίνυν ἦν τότε; Ἐν δεσμωτηρίῳ καὶ ἁλύσεσι καὶ κινδύνοις ἀφορήτοις. Πόθεν τοῦτο δῆλον; Ἐξ αὐτῆς τῆς ἐπιστολῆς. Ἀνωτέρω γὰρ τούτου φησί· Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς ἅπασι· καὶ τοὺς πλείονας δὲ τῶν ἀδελφῶν πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Νέρων δὲ ἦν αὐτὸν ἐμβεβληκὼς τότε τῷ δεσμωτηρίῳ. Καθάπερ γάρ τις λῃστὴς τῆς οἰκίας ἐπιβὰς, καθευδόντων ἁπάντων, τὰ πάντα ὑφαιρούμενος, ἐπειδὰν ἴδῃ τινὰ λύχνον ἅψαντα, καὶ τὸ φῶς σβέννυσι, καὶ τὸν λυχνοῦχον ἀναιρεῖ, ἵνα μετὰ ἀδείας αὐτῷ τὰ τῶν ἄλλων ὑφαιρεῖσθαι καὶ ἁρπάζειν ἐξῇ· οὕτω δὴ καὶ Νέρων ὁ Καῖσαρ τότε, ὥσπερ τις λῃστὴς καὶ τοιχωρύχος, καθευδόντων ἁπάντων βαθύν τινα καὶ ἀναίσθητον ὕπνον, τὰ πάντων ἁρπάζων, γάμους διορύττων, οἰκίας ἀνατρέπων, ἅπαν κακίας εἶδος ἐπιδεικνύμενος, ἐπειδὴ τὸν Παῦλον εἶδε λύχνον ἅψαντα κατὰ τὴν οἰκουμένην, τὸν τῆς διδασκαλίας λόγον, καὶ ἐλέγχοντα αὐτοῦ τὴν πονηρίαν, ἐσπούδαζε καὶ τὸ κήρυγμα σβέσαι, καὶ τὸν διδάσκαλον ἀνελεῖν, ἵνα μετ' ἐξουσίας αὐτῷ πάντα ποιεῖν ἐξῇ, καὶ δήσας τὸν ἅγιον ἐκεῖνον ἐνέβαλεν εἰς δεσμωτήριον. Τότε τοίνυν ταῦτα ἔγραφεν ὁ μακάριος Παῦλος. Τίς οὐκ ἂν ἐκπλαγείη; τίς οὐκ ἂν θαυμάσειε; μᾶλλον δὲ τίς κατ' ἀξίαν ἐκπλαγείη καὶ θαυμάσειεν ἂν τὴν γενναίαν ἐκείνην καὶ οὐρανομήκη ψυχὴν, ὅτι δεδεμένος ἐν Ῥώμῃ καὶ καθειργμένος, ἀπὸ τοσούτου διαστήματος Φιλιππησίοις ἐπέστελλεν; Ἴστε γὰρ ὅσον τὸ μέσον Μακεδονίας καὶ Ῥώμης. Ἀλλ' οὔτε τῆς ὁδοῦ τὸ μῆκος, οὔτε τοῦ χρόνου τὸ πλῆθος, οὔτε ὁ τῶν πραγμάτων ὄχλος, οὔτε ὁ κίνδυνος καὶ τὰ ἐπάλληλα δεινὰ, οὔτε ἄλλο οὐδὲν τὴν ἀγάπην καὶ τὴν μνήμην ἐξέβαλε τῶν μαθητῶν, ἀλλ' εἶχεν αὐτοὺς ἅπαντας ἐν διανοίᾳ· καὶ οὐχ οὕτως αὐτῷ ταῖς ἁλύσεσιν αἱ χεῖρες ἐδέδεντο, ὡς τῷ πόθῳ τῶν μαθητῶν ἡ ψυχὴ συνεδέδετο καὶ προσήλωτο· ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ἐν τῷ προοιμίῳ τῆς ἐπιστολῆς ἔλεγε· Διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ μου ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου. Καὶ καθάπερ βασιλεὺς ἐπὶ τὸν θρόνον ἀναβὰς ὑπὸ τὴν ἕω καὶ καθίσας ἐν ταῖς βασιλικαῖς αὐλαῖς, μυρίας εὐθέως δέχεται πανταχόθεν ἐπιστολάς· οὕτω δὴ κἀκεῖνος, καθάπερ ἐν βασιλικαῖς αὐλαῖς τῷ δεσμωτηρίῳ καθήμενος, πολλῷ πλείω καὶ ἐδέχετο καὶ ἔπεμπε τὰ γράμματα, τῶν πανταχόθεν ἐθνῶν ἐπὶ τὴν ἐκείνου σοφίαν ὑπὲρ τῶν καθ' ἑαυτοὺς πραγμάτων ἀναφερόντων ἅπαντα· καὶ τοσούτῳ πλείονα πράγματα τοῦ βασιλεύοντος ᾠκονόμει, ὅσῳ καὶ μείζονα ἀρχὴν ἐμπεπίστευτο. Οὐ γὰρ δὴ τοὺς τὴν Ῥωμαίων οἰκοῦντας χώραν μόνον, ἀλλὰ καὶ τοὺς βαρβάρους ἅπαντας, καὶ γῆν καὶ θάλατταν φέρων εἰς τὰς ἐκείνου χεῖρας ἐνέθηκεν ὁ Θεός. Καὶ τοῦτο δηλῶν Ῥωμαίοις ἔλεγεν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πολλάκις ἐλθεῖν προεθέμην πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν· Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί. Καθ' ἑκάστην τοίνυν ἐφρόντιζε τὴν ἡμέραν, τοῦτο δὴ Κορινθίοις, τοῦτο δὴ Μακεδόσι, πῶς Φιλιππήσιοι, πῶς Καππαδόκαι, πῶς Γαλάται, πῶς Ἀθηναῖοι, πῶς οἱ τὸν Πόντον οἰκοῦντες, πῶς ἅπαντες ἄνθρωποι. Ἀλλ' ὅμως τὴν γῆν ἅπασαν ἐγκεχειρισμένος οὐχ ὑπὲρ ἐθνῶν ὁλοκλήρων ἐμερίμνα μόνον, ἀλλὰ καὶ ὑπὲρ ἑνὸς ἀνθρώπου· καὶ νῦν μὲν δι' Ὀνήσιμον τὴν ἐπιστολὴν ἔπεμπε, νῦν δὲ διὰ τὸν παρὰ Κορινθίοις πεπορνευκότα. Οὐδὲ γὰρ τοῦτο ἐσκόπει, ὅτι εἷς ἦν ὁ ἁμαρτὼν, καὶ δεόμενος προστασίας· ἀλλ' ὅτι ἄνθρωπος ἦν, ἄνθρωπος τὸ τῷ Θεῷ τιμιώτατον ζῶον, καὶ δι' ὃν οὐδὲ τοῦ Μονογενοῦς ὁ Πατὴρ ἐφείσατο.