Ancient Greek
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De profectu evangelii 5
Not analysed yet
Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι Δραπέτης ὁ δεῖνα, καὶ λῃστὴς καὶ κλέπτης, καὶ μυρίων γέμων κακῶν, ἢ ὅτι πτωχὸς καὶ ἀπεῤῥιμμένος, καὶ εὐτελὴς, καὶ οὐδενὸς ἄξιος λόγου· ἀλλ' ἐννόησον ὅτι καὶ ὑπὲρ τούτου Χριστὸς ἀπέθανε, καὶ ἀρκεῖ σοι τοῦτο εἰς πάσης προνοίας ὑπόθεσιν. Ἐννόησον ὁποῖόν τινα ἐκεῖνον εἶναι χρὴ, ὃν τοσούτου Χριστὸς ἐτιμήσατο, ὡς μηδὲ τοῦ αἵματος φείσασθαι τοῦ ἑαυτοῦ. Οὐδὲ γὰρ, εἰ βασιλεὺς ὑπέρ τινος εἵλετο καταθῦσαι ἑαυτὸν, ἐζητήσαμεν ἂν ἑτέραν ἀπόδειξιν τοῦ μέγαν τινὰ εἶναι καὶ περισπούδαστον ἐκεῖνον τῷ βασιλεῖ, οὐκ ἔγωγε οἶμαι· ἤρκει γὰρ ἡ τελευτὴ δεῖξαι τοῦ τετελευτηκότος τὴν περὶ αὐτὸν ἀγάπην. Νυνὶ δὲ οὐκ ἄνθρωπος, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, ἀλλ' αὐτὸς ὁ τῶν οὐρανῶν Δεσπότης, αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ σάρκα περιβαλόμενος ἐπέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν. Οὐ πάντα οὖν ποιήσομεν καὶ πραγματευσόμεθα, ὥστε τοὺς οὕτω τιμηθέντας ἀνθρώπους πάσης ἀπολαῦσαι παρ' ἡμῶν προνοίας; Καὶ ποίαν ἕξομεν ἀπολογίαν; τίνα συγγνώμην; Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Παῦλος ἐνδεικνύμενος ἔλεγε· Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, δι' ὃν Χριστὸς ἀπέθανε. Τοὺς γὰρ καταφρονοῦντας τῶν ἀδελφῶν, καὶ ὡς ἀσθενούντων ὑπερορῶντας βουλόμενος ἐντρέψαι καὶ εἰς σπουδὴν ἀγαγεῖν καὶ πεῖσαι κήδεσθαι τῶν πλησίον, ἀντὶ πάντων τὸν τοῦ Δεσπότου θάνατον τέθεικε. Καθήμενος τοίνυν ἐν τῷ δεσμωτηρίῳ τοῖς Φιλιππησίοις ἐπέστελλεν ἐκ τοσούτου τοῦ διαστήματος. Τοιαύτη γὰρ ἡ κατὰ Θεὸν ἀγάπη· οὐδενὶ τῶν ἀνθρωπίνων διακόπτεται, ἄνωθεν ἔχουσα τὰς ῥίζας ἐκ τῶν οὐρανῶν καὶ τὰς ἀμοιβάς. Καὶ τί φησι; Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί. Εἶδες πρόνοιαν ὑπὲρ μαθητῶν; εἶδες διδασκάλου κηδεμονίαν; Ἄκουσον καὶ φιλοστοργίαν μαθητῶν περὶ τὸν διδάσκαλον, ἵνα ἴδῃς ὅτι τοῦτο ἦν τὸ ποιοῦν ἰσχυροὺς ἐκείνους καὶ ἀκαταγωνίστους, τὸ συνδεδέσθαι ἀλλήλοις. Εἰ γὰρ Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ, πολλῷ μᾶλλον τοσοῦτοι συνδεδεμένοι τοῖς τῆς ἀγάπης δεσμοῖς, πᾶσαν ἂν ἀπεκρούσαντο τὴν τοῦ πονηροῦ δαίμονος ἐπιβουλήν. Ὅτι μὲν οὖν ὁ Παῦλος συνεδέδετο τοῖς μαθηταῖς, οὐδὲ ἀποδείξεως δεῖ λοιπὸν ἡμῖν, οὐδὲ λόγου, ὅπου γε καὶ δεδεμένος αὐτῶν ἐμερίμνα, καὶ καθ' ἑκάστην ἡμέραν καὶ ὑπὲρ αὐτῶν ἀπέθνησκε τῷ πόθῳ πυρούμενος.