Ancient Greek
Section 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De profectu evangelii 7
Not analysed yet
Καὶ τότε τοίνυν ἐν δεσμοῖς ὢν γράφει τοῖς Φιλιππησίοις λέγων· Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, τοὺς μαθητὰς ἀδελφοὺς καλῶν. Τοιοῦτον γὰρ ἡ ἀγάπη· πᾶσαν ἀνωμαλίαν ἐκβάλλει, καὶ ὑπεροχὴν καὶ ἀξίαν οὐκ οἶδεν, ἀλλὰ κἂν ἁπάντων ὑψηλότερος ᾖ τις, πρὸς τὸν πάντων κάτεισι ταπεινότερον· ὅπερ καὶ Παῦλος ἐποίει. Ἀλλ' ἀκούσωμεν τί βούλεται γινώσκειν αὐτούς· Ὅτι τὰ κατ' ἐμὲ, φησὶ, μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν. Εἰπέ μοι, πῶς καὶ τίνι τρόπῳ; Ἆρα τῶν δεσμῶν ἀφέθης; ἆρα ἀπέθου τὴν ἅλυσιν, καὶ μετὰ ἀδείας κηρύττεις ἐν τῇ πόλει; ἆρα εἰς ἐκκλησίαν εἰσελθὼν, μακροὺς καὶ πολλοὺς κατέτεινας λόγους περὶ τῆς πίστεως, καὶ πολλοὺς λαβὼν μαθητὰς ἀπῆλθες; ἆρα νεκροὺς ἤγειρας, καὶ ἐθαυμαστώθης; ἆρα λεπροὺς ἐκάθηρας, καὶ ἐξεπλάγησαν ἅπαντες; ἆρα δαίμονας ἀπήλασας, καὶ ἀνυψώθης; Οὐδὲν τούτων, φησί. Πῶς οὖν ἡ προκοπὴ γέγονε τοῦ Εὐαγγελίου; εἰπέ. Ὥστε τοὺς δεσμούς μου, φησὶ, φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς πᾶσι. Τί λέγεις; τοῦτο ἄρα, τοῦτο ἡ προκοπή; τοῦτο ἡ ἐπίδοσις; τοῦτο ἡ αὔξησις τοῦ κηρύγματος, ὅτι πάντες ἔμαθον ὅτι δέδεσαι; Ναὶ, φησίν. Ἄκουσον γοῦν τῶν ἑξῆς, ἵνα μάθῃς ὅτι τὰ δεσμὰ οὐ μόνον οὐκ ἐγίνετο κώλυμα, ἀλλὰ καὶ ὑπόθεσις πλείονος παῤῥησίας· Ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Τί λέγεις, ὦ Παῦλε; οὐκ ἀγωνίαν ἀνέβαλεν, ἀλλὰ θάρσος τὰ δεσμά; οὐ φόβον, ἀλλὰ πόθον; Οὐκ ἔχει τὰ λεγόμενα ἀκολουθίαν. Οἶδα κἀγώ. Οὐδὲ γὰρ κατὰ ἀνθρωπίνων πραγμάτων ἀκολουθίαν ταῦτα συνέβαινε, φησίν· ἀλλ' ὑπὲρ φύσιν ἦν τὰ γινόμενα, καὶ θείας χάριτος τὰ κατορθώματα. Διὰ τοῦτο ὃ τοῖς ἄλλοις ἀγωνίαν ἐποίει, τοῦτο ἐπ' ἐκείνῳ θάρσος παρεῖχε. Καὶ γὰρ στρατηγὸν ἐὰν λαβών τις καὶ καθείρξας ποιήσῃ φανερὸν τοῦτο, εἰς φυγὴν ἐμβάλλει τὸ στρατόπεδον ἅπαν· καὶ ποιμένα δὲ ἐάν τις τῆς ποίμνης ἀπαγάγῃ, μετὰ πολλῆς τῆς ἀδείας ἀπελαύνει τὰ πρόβατα. Ἀλλ' οὐκ ἐπὶ Παύλου οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν. Ὁ στρατηγὸς γὰρ ἐδέδετο, καὶ οἱ στρατιῶται προθυμότεροι ἐγίνοντο, καὶ μετὰ πλείονος τῆς παῤῥησίας τοῖς ἐναντίοις ἐπεπήδων· ὁ ποιμὴν καθεῖρκτο, καὶ τὰ πρόβατα οὐκ ἀνηλοῦτο, οὐδὲ ἐσκορπίζετο.