Ancient Greek · ~8 min
Section 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De profectu evangelii 8
Not analysed yet
Τίς εἶδε, τίς ἤκουσεν ἐν τοῖς τῶν διδασκάλων δεινοῖς πλείονα παράκλησιν λαμβάνοντας τοὺς μαθητάς; Πῶς οὐκ ἔδεισαν; πῶς οὐκ ἐφοβήθησαν; πῶς οὐκ εἶπον πρὸς τὸν Παῦλον, Ἰατρὲ, θεράπευσον σεαυτόν; ἀπάλλαξον σεαυτὸν τῶν πολυπλόκων δεινῶν, καὶ τότε ἡμῖν τὰ μυρία προξενήσεις ἀγαθά. Πῶς ταῦτα οὐκ εἶπον; Πῶς; ὅτι πεπαιδευμένοι ἦσαν παρὰ τῆς τοῦ Πνεύματος χάριτος, ὅτι ταῦτα οὐκ ἐξ ἀσθενείας ἐγίνετο, ἀλλ' ἐκ τῆς τοῦ Χριστοῦ συγχωρήσεως, ἵνα μειζόνως ἡ ἀλήθεια διαλάμπῃ, διὰ δεσμῶν καὶ φυλακῶν καὶ θλίψεων καὶ στενοχωριῶν αὐξανομένη καὶ πρὸς μεῖζον αἰρομένη μέγεθος. Οὕτως ἡ δύναμις τοῦ Χριστοῦ ἐν ἀσθενείᾳ τελειοῦται. Εἰ μὲν γὰρ ὑπεσκέλισε τὸν Παῦλον τὰ δεσμὰ, καὶ δειλότερον ἐποίησεν, ἢ αὐτὸν, ἢ τοὺς ἐκείνῳ προσήκοντας ἔδει διαπορεῖν· εἰ δὲ μᾶλλον θαῤῥεῖν παρεσκεύασε καὶ εἰς πλείονα δόξαν ἤγαγεν, ἐκπλήττεσθαι δεῖ καὶ θαυμάζειν, πῶς διὰ πράγματος ἀτιμίαν ἔχοντος δόξα τῷ μαθητῇ προεξενεῖτο, διὰ πράγματος δειλίαν ἐμβάλλοντος θάρσος καὶ παράκλησις πᾶσιν ἐκείνοις ἐγένετο. Τίς γὰρ αὐτὸν οὐκ ἐξεπλήττετο τότε, ὁρῶν ἅλυσιν περικείμενον; Τότε δαίμονες ἐδραπέτευον μᾶλλον, ὅτε ἑώρων αὐτὸν ἐν δεσμωτηρίῳ διατρίβοντα. Οὐ γὰρ οὕτω βασιλικὴν κεφαλὴν λαμπρὰν τὸ διάδημα ποιεῖ, ὡς τὰς ἐκείνου χεῖρας ἡ ἅλυσις, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀπανθοῦσαν αὐταῖς χάριν. Διὰ τοῦτο πολλὴ παράκλησις ἐγίνετο τοῖς μαθηταῖς. Καὶ γὰρ ἑώρων τὸ μὲν σῶμα δεδεμένον, τὴν δὲ γλῶτταν οὐ δεδεμένην· τὰς μὲν χεῖρας ἐσφιγμένας, τὸν δὲ λόγον λελυμένον, καὶ τῆς ἀκτῖνος τῆς ἡλιακῆς ταχύτερον τὴν οἰκουμένην ἐπιτρέχοντα πᾶσαν. Καὶ τοῦτο αὐτοῖς παράκλησις ἐγίνετο διὰ τῶν ἔργων μανθάνουσιν, ὅτι οὐδὲν τῶν παρόντων δεινόν. Καὶ γὰρ ὅταν ὑπὸ θείου πόθου καὶ ἔρωτος ἡ ψυχὴ βαφεῖσα τύχῃ γνησίως, πρὸς οὐδὲν ἐπιστρέφεται τῶν παρόντων· ἀλλ' ὥσπερ οἱ μαινόμενοι καὶ πυρὸς καὶ σιδήρου καὶ θηρίων καὶ πελάγους καὶ πάντων κατατολμῶσιν, οὕτω καὶ οὗτοι μανίαν τινὰ καλλίστην καὶ πνευματικωτάτην μανέντες, μανίαν ἀπὸ σωφροσύνης γινομένην, πάντων κατεγέλων τῶν ὁρωμένων. Διὰ τοῦτο δεδεμένον ὁρῶντες τὸν διδάσκαλον, μᾶλλον ἐσκίρτων, μᾶλλον ἠγάλλοντο, διὰ τῶν ἔργων τοῖς ἐναντίοις δόντες ἀπόδειξιν, ὅτι πάντοθέν εἰσιν ἀνάλωτοι καὶ ἀχείρωτοι.