Ancient Greek · ~8 min
Section 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De profectu evangelii 9
Not analysed yet
Τότε τοίνυν, ὅτε ἐν τούτοις τὰ πράγματα ἦν, τινὲς τῶν ἐχθρῶν τῶν Παύλου βουλόμενοι τὸν πόλεμον ἀναῤῥιπίσαι χαλεπώτερον, καὶ μείζονα τοῦ τυράννου ποιῆσαι τὴν πρὸς αὐτὸν ἀπέχθειαν, προσεποιοῦντο καὶ αὐτοὶ κηρύττειν, καὶ ἐκήρυττον τὴν ὀρθὴν καὶ ὑγιῆ πίστιν ὑπὲρ τοῦ τὸ δόγμα ἐπιδοῦναι μειζόνως· τοῦτο δὲ ἐποίουν, οὐχὶ τὴν πίστιν σπεῖραι βουλόμενοι, ἀλλ' ἵνα μαθὼν ὁ Νέρων, ὅτι τὸ κήρυγμα αὔξεται καὶ τὸ δόγμα ἐπιδίδωσι, ταχύτερον τὸν Παῦλον ἐπὶ τὸ βάραθρον ἀπαγάγῃ. Δύο τοίνυν ἦν διδασκαλεῖα, τῶν Παύλου μαθητῶν, καὶ τῶν ἐχθρῶν τῶν τοῦ Παύλου· τῶν μὲν ἐξ ἀληθείας κηρυττόντων, τῶν δὲ ἀπὸ φιλονεικίας καὶ τῆς πρὸς τὸν Παῦλον ἀπεχθείας. Καὶ ταῦτα δηλῶν ἔλεγε· Τινὲς μὲν διὰ φθόνον καὶ ἔριν τὸν Χριστὸν κηρύττουσιν, ἐκείνους ἐμφαίνων τοὺς ἐχθρούς· Τινὲς δὲ καὶ δι' εὐδοκίαν, περὶ τῶν ἑαυτοῦ μαθητῶν τοῦτο λέγων. Εἶπε πάλιν περὶ ἐκείνων, Οἱ μὲν ἐξ ἐριθείας, οἱ ἐχθροί· οὐχ ἁγνῶς, οὐχ ὑγιῶς, ἀλλ' Οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης· πάλιν τοῦτο περὶ τῶν ἀδελφῶν τῶν ἑαυτοῦ· Εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι. Τί γάρ; Πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. Ὥστε μάτην καὶ εἰκῆ ἐπὶ τῶν αἱρέσεων τοῦτο τὸ ῥῆμα παραλαμβάνεται. Οἱ γὰρ τότε κηρύττοντες οὐχὶ δόγμα διεφθαρμένον ἐκήρυττον, ἀλλὰ πίστιν ὑγιῆ καὶ ὀρθήν. Εἰ γὰρ δόγμα διεφθαρμένον ἐκήρυττον, καὶ ἕτερα παρὰ τὸν Παῦλον ἐδίδασκον, οὐκ ἔμελλεν αὐτοῖς προχωρεῖν, ὅπερ ἐβούλοντο. Τί δὲ ἐβούλοντο; Τῆς πίστεως αὐξηθείσης καὶ πολλῶν γενομένων τῶν Παύλου μαθητῶν, εἰς μείζονα πόλεμον τὸν Νέρωνα διεγεῖραι. Εἰ δὲ ἕτερα δόγματα ἐκήρυττον, οὐκ ἂν πολλοὺς ἐποίησαν τοὺς Παύλου μαθητάς· μὴ ποιοῦντες δὲ, οὐκ ἂν παρώξυναν τὸν τύραννον. Οὐ τοίνυν τοῦτό φησιν, ὅτι διεφθαρμένα δόγματα εἰσῆγον, ἀλλ' ὅτι ἡ αἰτία, ἀφ' ἧς ἐκήρυττον, αὕτη ἦν διεφθαρμένη. Ἕτερον γάρ ἐστι λαλεῖν τὴν πρόφασιν τοῦ κηρύγματος, καὶ ἕτερον αὐτὸ τὸ κήρυγμα μὴ εἶναι ὑγιές. Τὸ μὲν γὰρ κήρυγμα οὐ γίνεται ὑγιὲς, ὅταν τὰ δόγματα ᾖ πλάνης γέμοντα· ἡ πρόφασις δὲ οὐ γίνεται ὑγιὴς, ὅταν τὸ μὲν κήρυγμα ὑγιὲς ᾖ, οἱ δὲ κηρύττοντες μὴ διὰ τὸν Θεὸν κηρύττωσιν, ἀλλ' ἢ πρὸς ἔχθραν, ἢ πρὸς χάριν ἑτέρων.