Ancient Greek · ~2 min
Sect 11
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De regressu 11
Not analysed yet
Ἦλθον καὶ ἐδεξάμην εὐαγγέλια. Ποῖα; Ὅτι αἱρετικοὺς κατεπατήσατε, τοὺς παρανομήσαντας εἰς τὸ βάπτισμα διηλέγξατε. Μή τι μάτην ἔλεγον ὅτι σώφρων ἡ γυνὴ ἀπόντος τοῦ ἀνδρὸς τοὺς μοιχοὺς διήλεγξεν, οὐ παρόντος τοῦ ποιμένος τοὺς λύκους ἀπήλασεν, χωρὶς τοῦ κυβερνήτου οἱ ναῦται τὸ πλοῖον διέσωσαν, χωρὶς τοῦ στρατηγοῦ οἱ στρατιῶται τὸ τρόπαιον ἔστησαν, χωρὶς τοῦ διδασκάλου (f. 390) οἱ μαθηταί, χωρὶς τοῦ πατρὸς τὰ τέκνα, μᾶλλον δὲ οὐ χωρίς. Τὰ γὰρ ὑμέτερα κατορθώματα ἐμὸς στέφανος, ἐμὸν καύχημα.