Ancient Greek · ~1 min
Sect 12
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De regressu 12
Not analysed yet
Ἀλλ' ἐπεθυμοῦμεν, φησίν, τὸ πάσχα μετὰ σοῦ ποιῆσαι. Ἀπολογοῦμαι, εἰ καὶ τὰ μάλιστα ἐλύσατε τὴν ὀργὴν τῇ ὄψει. Εἰ γὰρ πατὴρ ἄσωτον υἱὸν δεξάμενος κατηλλάγη καὶ οὐκ ἀπῄτησεν αὐτὸν εὐθύνας ἀλλ' εὐθέως περιεπλάκη, πολλῷ μᾶλλον τὰ τέκνα πατέρα δεξάμενα.