Ancient Greek
Sect 20
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De regressu 20
Not analysed yet
Ἡ ἀποδημία ἡ ἐμὴ τὴν πόλιν ὑμῶν ἐστεφάνωσεν· ὅτι ἠγαπᾶτε καὶ πρὸ τούτου δῆλον, ἀλλ' οὐ πᾶσιν εὔδηλον, ὁ ἀγαπῶν (f. 391) ᾔδει μόνος, ὁ δὲ χωρισμὸς ἤλεγξεν τὴν ἀγάπην. Ἀεί ποτε ἐρχόμενοι ἐν τῇ Ἀσίᾳ ἀπήγγειλον ἡμῖν· ἀνῆψας τὴν πόλιν. Καίτοι ἡ ἀγάπη μαραίνεται τῷ χρόνῳ, ἡ δὲ ὑμετέρα ἀγάπη ηὐξήθη, οὐ λήθην ὑπέμεινεν, ἀλλὰ πλέον ἐπυρώθη. Ἀλλ' ἀξιῶ καὶ παρόντα με ὁμοίως φιλεῖν· οὗτός μου θησαυρός, οὗτός μου πλοῦτος, διὰ τοῦτο τὰς εὐχὰς τὰς ὑμετέρας ζητῶ· αἱ εὐχαὶ αἱ ὑμέτεραι τεῖχος ἐμοὶ καὶ ἀσφάλεια.