Ancient Greek · ~3 min
Sect 19
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De regressu 19
Not analysed yet
Ἔβλεπον τὴν ἐκκλησίαν καὶ ἐν πελάγει ἀσάλευτον· τοιοῦτον γὰρ ἡ ἀγάπη, οὐκ οἶδεν στενοχωρεῖσθαι· εἰσῄειν εἰς ἐκκλησίαν, παρειστήκειν θυσιαστηρίῳ καὶ δι' ὅλου τῆς ὑμετέρας ἐκκλησίας ἐμεμνήμην, εὐχὰς ἀναφέρων καὶ ἔλεγον· Κύριε, τὴν ἐμπιστευθεῖσάν μοι ἐκκλησίαν ἔχε ἐν παρακαταθήκῃ· οὐ πάρειμι ἐγώ, ἀλλὰ πάρει σύ, ὁ ἐκεῖ με ἀγαγὼν καὶ τῇ τοῦ Θεοῦ χάριτι πλέον οὗ ᾔτησα ἐγένετο. Ἐγὼ ᾔτησα ἵνα διατηρήσῃ, αὐτὸς καὶ ἐπλεόνασεν· μαρτυρεῖ τὸ παρὸν πλῆθος, τοσαῦται κομῶσαι ἄμπελοι καὶ οὐδαμοῦ ἄκανθα, καὶ τοσαῦτα πρόβατα καὶ οὐδαμοῦ λύκος· εἰ δέ που λύκος, μεταβάλλεται καὶ γίνεται πρόβατον· αὐτὸς ὑμᾶς διετήρησεν, αὐτὸς ἐμὲ ἐπανήγαγεν, αἱ εὐχαὶ αἱ ὑμέτεραι τὴν ἀρρωστίαν μου διώρθωσαν· τοῦτο ἐγὼ λέγω ἑκάστης ἡμέρας.