Ancient Greek
Sect 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De regressu 3
Not analysed yet
Διὰ δὴ τοῦτο ἐκεῖνος κατελθὼν κατηγορίας ἔπλεκεν πρὸς τὸν Ἀαρών· ἐγὼ δὲ παραγενόμενος ἐγκώμια ὑφαίνω καὶ στεφάνους συντίθημι· Ὅπου γὰρ παράβασις ἐγκλήματα, ὅπου δὲ κατορθώματα ἔπαινοι καὶ στέφανοι. Διὰ τοῦτο εἰ καὶ πολὺν ἐποίησα χρόνον ἔξω, ἀλλ' ὅμως ἐθάρρουν ὑμῶν τῇ γνώμῃ, τῇ ἀγάπῃ, τῇ πίστει, τῇ εὐνοίᾳ, ὅτι ᾔδειν τὴν γυναῖκά μου τὴν ὡρμασμένην σωφρονοῦσαν.