Ancient Greek · ~1 min
Sect 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De regressu 4
Not analysed yet
Οὕτω καὶ ἐπὶ τῶν ἔξωθεν γίνεται πραγμάτων· καὶ γὰρ ἀνήρ, ὅταν μὲν ἀκόλαστον ἔχῃ γυναῖκα, οὐδὲ προκύπτειν αὐτὴν τῆς οἰκίας συγχωρεῖ· εἰ δέ (f. 389) ποτε καὶ ἀναγκασθῇ ἀποδημῆσαι, ἐπείγεται ταχέως ἐπανελθεῖν, καθάπερ κέντρῳ τινὶ τῇ ὑποψίᾳ νυττόμενος. Ὁ δὲ σώφρονα ἔχων, ἔξω διάγει, ἀρκοῦντα ἐπίτροπον ἀσφαλείας τὸν τρόπον καταλιπὼν τῆς γυναικός.