Ancient Greek · ~1 min
Sect 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De regressu 5
Not analysed yet
Τοῦτο ἐγὼ καὶ Μωϋσῆς ἐπάθομεν· ἐκεῖνος μὲν γάρ, ἐπειδὴ ἀκόλαστον γυναῖκα τὴν συναγωγὴν κατέλιπεν, κατεπείγει αὐτὸν ὁ Θεός· «Ἀνάστα, κατάβα, ἠνόμησεν γὰρ ὁ λαός». Ἐγὼ δὲ οὐδὲν τοιοῦτον ἐπίταγμα ἐδεξάμην, ἀλλὰ μετὰ ἀδείας τὰ ἠσθενηκότα ἐθεράπευον· «Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες».