Ancient Greek · ~1 min
Sect 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De regressu 7
Not analysed yet
Εἰ γὰρ ἐμοῦ τοῦ ἑνὸς ἀνδρὸς παρουσία τοσοῦτον δῆμον τοσαύτης ἡδονῆς ἐνέπλησεν, τοσούτων ἀνδρῶν ὄψις ποθουμένων ποίαν ἡδονὴν οὐκ ἀνεργάσηται ψυχῇ τῇ ἐμῇ; Καὶ ὁ μὲν Ἰακὼβ ἕνα υἱὸν θεασάμενος τὸν Ἰωσὴφ ἔχαιρε καὶ ἀνεζωπυρήθη ὁ γέρων, ἐγὼ δὲ οὐχ ἕνα ἀλλὰ μυριάδας κατ' ἐκεῖνον ὁρῶν καὶ δῆμον ὁλόκληρον.