Ancient Greek · ~2 min
Sect 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De regressu 8
Not analysed yet
Διὰ ταῦτα χαίρω ὅτι ἀπέλαβον τὸν παράδεισον τὸν ἐμόν, παράδεισον ἐκείνου τοῦ παραδείσου βελτίονα. Ἐκεῖ γὰρ ὄφις ἦν ἐπιβουλεύων, ἐνταῦθα δὲ Χριστὸς μυσθαγωγῶν· ἐκεῖ Εὔα ἀπατῶσα, ἐνταῦθα ἡ ἐκκλησία στεφανοῦσα· ἐκεῖ Ἀδὰμ ἀπατώμενος, ἐνταῦθα δῆμος ἀνακηρυττόμενος· ἐκεῖ δένδρα διάφορα, ἐνταῦθα χαρίσματα ποικίλα καὶ πνευματικά. Ἐν τῷ παραδείσῳ δένδρα μαραινόμενα, ἐν τῇ ἐκκλησίᾳ δένδρα μηδέποτε καρπὸν ἀναβάλλοντα (f. 389v)· Καὶ τὸ θαυμαστόν, ὁ παράδεισος οὐ τηρεῖ τὰ φυτὰ μόνον ἀλλὰ καὶ μεταβάλλει τὰ φυτά. Ἐὰν εὕρω ἄκανθαν, ἀμπελῶνα ἐργάζομαι, ἐὰν εὕρω ἀγριελαίαν, ἐλαίαν ἀπεργάζομαι. Τοιαύτη γὰρ τῆς γῆς ταύτης ἡ φύσις.