Ancient Greek · ~6 min
Sect 50
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De virginitate 50
Not analysed yet
Ὅτι καὶ ἐν τῇ παλαιᾷ καὶ ἐν τῇ καινῇ παράνομον ἡ τρυφή. Μάλιστα μὲν οὐδὲ ταῦτα ἐφίεται τῷ γάμῳ. Τὴν γὰρ τῆς μίξεως μόνης ἄδειαν, οὐχὶ δὲ καὶ τὴν τῆς τρυφῆς παρέχειν ἡμῖν εἴωθε. Καὶ μάρτυς ὁ μακάριος Παῦλος οὑτωσὶ λέγων· «Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν.» Εἰ δὲ περὶ χηρῶν ταῦτα εἴρηται, ἄκουσον καὶ περὶ τῶν γεγαμηκότων τί φησι· «Γυναῖκας ὡσαύτως ἐν καταστολῇ κοσμίῳ μετὰ πάσης αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὡς πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι' ἔργων ἀγαθῶν.» Καὶ οὐκ ἐνταῦθα δὲ μόνον ἀλλὰ καὶ ἑτέρωθι ἴδοι τις ἂν πολὺν αὐτὸν ποιούμενον τὸν λόγον ὑπὲρ τοῦ μηδ' ὅλως εἶναι τούτων ἡμῖν περισπούδαστον. «Ἔχοντες», γάρ φησι, «διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Οἱ γὰρ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς ἐπιθυμίας ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.» Καὶ τί λέγω Παῦλον, ὅς, ὅτε τῆς ἄκρας φιλοσοφίας ἦν ὁ καιρὸς καὶ πολλὴ ἡ τοῦ πνεύματος χάρις, ἔλεγε ταῦτα; Ὁ γὰρ Ἀμὼς ὁ προφήτης τοῖς νηπίοις Ἰουδαίοις διαλεγόμενος, ἐφ' ὧν καὶ τρυφὴ συγκεχώρητο καὶ πολυτέλεια καὶ πάντα ὡς εἰπεῖν τὰ περιττά, ἄκουσον πῶς σφόδρα καθάπτεται τῶν τῇ τρυφῇ προσκειμένων λέγων· «Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν, οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν· οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά· οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων· οἱ πίνοντες τὸν διϋλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι· ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα.»