Ancient Greek · ~2 min
Sect 51
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De virginitate 51
Not analysed yet
Ὅτι εἰ καὶ ἐφεῖτο τρυφᾶν ἱκανὰ τὰ τοῦ γάμου λυπηρὰ ταύτην ἀφανίσαι τὴν ἡδονήν. Ὅπερ οὖν ἔφην, μάλιστα μὲν οὐκ ἐφεῖτο τρυφᾶν, εἰ δὲ καὶ μηδὲν τούτων κεκώλυτο, ἀλλὰ πάντα συγκεχώρητο, ἔστιν ἕτερα τούτων ἀντίρροπα εἰς ἀθυμίας καὶ ὀδύνης λόγον, μᾶλλον δὲ οὕτω πλείονα καὶ μείζω ὡς μηδὲ μικρὰν ἀπὸ τούτων ἡμᾶς λαμβάνειν τὴν αἴσθησιν ἀλλ' ἐκποδὼν πᾶσαν γίνεσθαι τὴν ἐξ αὐτῶν ἡδονήν.